11
πάσης δʼ ὑπὲρ πάντων τῆς κηλῖδος εἰς ὑμᾶς ἀναφερομένης, πολλὴ εὐλάβειαεὐλάβεια Α corr.2: εὐσέβεια A pr. N. ὑμῖν τούτων ποιητέα ἐστί· καταλαβόντες μὲν γὰρ αὐτὸν καὶ εἴρξαντες ὧν ὁ νόμος εἴργει καθαροὶ τῶν ἐγκλημάτων ἔσεσθε, ἀπολύσαντες δὲ ὑπαίτιοι καθίστασθε.
12
τῆς οὖν ὑμετέρας εὐσεβείας ἕνεκα καὶ τῶν νόμων ἀπάγοντες τιμωρεῖσθε αὐτόν, καὶκαὶ add. Blass. αὐτοί τε μὴ μεταλάβητε τῆς τούτου μιαρίας, ἡμῖν τε τοῖς γονεῦσιν, οἳ ζῶντες κατορωρύγμεθακατορωρύγμεθα Ald.: κατωρύγμεθα codd. ὑπʼ αὐτοῦ, δόξῃ γοῦν ἐλαφροτέραν τὴν συμφορὰν καταστήσατε.
Ἐξ ἀπολογίας ὃ ὕστερος
1
τοῦτον μὲν εἰκὸς πρὸς τὴν ἑαυτοῦ κατηγορίαν προσέχοντα τὸν νοῦν μὴ μαθεῖν τὴν ἀπολογίαν μου· ὑμᾶς δὲ χρή, γιγνώσκονταςγινώσκοντας A pr. N: γινώσκειν Α corr.2 ὅτι ἡμεῖς μὲν οἱ ἀντίδικοι κατʼ εὔνοιαν κρίνοντες τὸ πρᾶγμα εἰκότως δίκαια ἑκάτεροι αὑτοὺς οἰόμεθα λέγειν, ὑμᾶς δὲ ὁσίως ὁρᾶν προσήκει τὰ πραχθέντα·
2
ἐκ τῶν λεγομένων γὰρ ἡ ἀλήθεια σκεπτέα αὐτῶν ἐστίν. ἐγὼ δέ, εἰ μέν τι ψεῦδος εἴρηκα, ὁμολογῶ καὶ τὰ ὀρθῶς εἰρημένα προσδιαβάλλειν ἄδικα εἶναι· εἰ δὲ ἀληθῆ μέν, λεπτὰ δὲ καὶ ἀκριβῆ, οὐκ ἐγὼ ὁ λέγων ἀλλʼ ὁ πράξας τὴν ἀπέχθειαν αὐτῶν δίκαιος φέρεσθαί ἐστι.
3
θέλω δὲ ὑμᾶς πρῶτον μαθεῖν, ὅτι οὐκ ἐάν τις φάσκῃ ἀποκτεῖναι, τοῦτʼ ἔστιν, ἀλλʼ ἐάν τις ἐλεγχθῇ. οὗτος δὲ ὁμολογῶν τὸ ἔργον ὡς ἡμεῖς λέγομεν γενέσθαι, ὑπὲρ τοῦ ἀποκτείναντος ἀμφισβητεῖ, ὃν ἀδύνατον ἀλλαχόθεν ἢ ἐκ τῶν πραχθέντων δηλοῦσθαι.