Thesauros Literature Oratory Τετραλογία Β΄

Τετραλογία Β΄

Τετραλογία Β΄ Antiphon ca. 480-411 B.C
4 τῷ μὲν οὖν δικαίῳ πιστεύων ὑπερορῶ τῆς ἀπολογίας· τῇ δὲ σκληρότητι τοῦ δαίμονος ἀπιστῶν ὀρρωδῶ μὴ οὐ μόνον τῆς χρείας τοῦ παιδὸς ἀποστερηθῶ, ἀλλὰ καὶ αὐθέντην προσκαταγνωσθέντα ὑφʼ ὑμῶν ἐπίδω αὐτόν. εἰς τοῦτο γὰρ τόλμης καὶ ἀναιδείας ἥκει,
5 ὥστε τὸν μὲν βαλόντα καὶ ἀποκτείναντα οὔτε τρῶσαι οὔτε ἀποκτεῖναί φησι, τὸν δὲ οὔτε ψαύσαντα τοῦ ἀκοντίου οὔτε ἐπινοήσαντα ἀκοντίσαι, ἁπάσης μὲν γῆς ἁμαρτόντα, πάντων δὲ σωμάτων, διὰ τῶν ἑαυτοῦ πλευρῶν διαπῆξαι τὸ ἀκόντιον λέγει. ἐγὼ δὲ ἑκουσίως κατηγορῶν ἀποκτεῖναι αὐτὸν πιστότερος ἄν μοι δοκῶ εἶναι ἢ οὗτος, ὃςὃς add. Ald. μήτε βαλεῖν μήτε ἀποκτεῖναί φησι τὸ μειράκιον.
6 ὁ μὲν γὰρ ἐν τούτῳ τῷ καιρῷ κελευόμενοςκελευόμενος scripsi: καλούμενος codd. exδ. 4. verbaὃς ὑπεδέχετο κτλ. potius corrupta esse plerique arbitrantur. sicὡς ὑποδέχοιτο Blass, ᾧ ὑπεδέχετο Thalheim. ἀναιρεῖσθαι secl. Franke. ὑπὸ τοῦ παιδοτρίβου, ὃς ὑπεδέχετο τοῖς ἀκοντίζουσι τὰ ἀκόντια, ἀναιρεῖσθαι, διὰ τὴν τοῦ βαλόντος ἀκολασίαν πολεμίῳ τῷ τούτου βέλει περιπεσών, οὐδὲν οὐδʼ εἰς ἕνʼἕνʼ Franke: ἓν codd. ἁμαρτών, ἀθλίως ἀπέθανεν· ὁ δὲ περὶ τὸν τῆς ἀναιρέσεως καιρὸν πλημμελήσας, οὐ τοῦ σκοποῦ τυχεῖν ἐκωλύθη, ἀλλʼ ἄθλιον καὶ πικρὸν σκοπὸν ἐμοὶ ἀκοντίσας, ἑκὼν μὲν οὐκ ἀπέκτεινεν, μᾶλλον δὲ ἑκὼν ἢ οὔτʼ ἔβαλεν οὔτʼ ἀπέκτεινεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme