9
ἔχοντός γε δὴ τὴν δίκην τοῦ φονέως,verbaἔχοντος ... φονέως huc rettulit Jernstedt. praecedentibus adiungunt codd. οὐκ ἐὰν ἀπολύσητε ἡμᾶς, ἀλλʼ ἐὰν καταλάβητε, ἐνθύμιον ὑπολείψεσθε. ὁ μὲν γὰργὰρ om. N. αὐτὸς τὰς αὑτοῦ ἁμαρτίας φέρων, οὐδενὶ οὐδὲν προστρόπαιον καταλείψει· ὁ δὲ καθαρὸς τῆς αἰτίας ὢνὢν Scheibe: ὃς δὲ ΝΑ. ἐὰν διαφθαρῇ, τοῖς καταλαμβάνουσι μεῖζον τὸ ἐνθύμιον γενήσεται.
9
εἰ δὲ αὐθέντης ἐκ τῶν λεγομένων ἐπιδείκνυται, οὐχ ἡμεῖς αὐτῷ οἱ λέγοντες αἴτιοί ἐσμεν, ἀλλʼ ἡ πρᾶξις τῶν ἔργων.
10
ὀρθῶς δὲ τῶν ἐλέγχων ἐλεγχόντων τὸν παῖδα αὐθέντην ὄντα, ὁ νόμος ἀπολύων ἡμᾶς τῆς αἰτίας τὸν ἀποκτείναντα καταλαμβάνει. μήτε οὖν ἡμᾶς εἰς μὴ προσηκούσας συμφορὰς ἐμβάλητε, μήτε αὐτοὶ ταῖς τούτων ἀτυχίαις βοηθοῦντες ἐναντία τοῦ δαίμονος γνῶτε, ἀλλʼ ὥσπερ ὅσιον καὶ δίκαιον, μεμνημένοι τοῦ πάθους, ὅτι διὰ τὸν ὑπὸ τὴν φορὰν τοῦ ἀκοντίου ὑπελθόντα ἐγένετο, ἀπολύετε ἡμᾶς· οὐ γὰρ αἴτιοι τοῦ φόνου ἐσμέν.