Thesauros Literature Oratory Τετραλογία Α΄

Τετραλογία Α΄

Τετραλογία Α΄ Antiphon ca. 480-411 B.C
11 οὕτω δὲ ἀδίκως διώκοντές με, αὐτοὶ μὲν ἀνοσίως ἀποκτεῖναι ζητοῦντες καθαροί φασιν εἶναι, ἐμὲ δέ, ὃς εὐσεβεῖν ὑμᾶς πείθω, ἀνόσια δρᾶν λέγουσιν. ἐγὼ δὲ καθαρὸς ὢν πάντων τῶν ἐγκλημάτων ὑπὲρ μὲνμὲν add. Bekker. ἐμαυτοῦ ἐπισκήπτω αἰδεῖσθαι τὴν τῶν μηδὲν ἀδικούντων εὐσέβειαν, ὑπὲρ δὲ τοῦ ἀποθανόντος ἀναμιμνῄσκων τὴν ποινὴν παραινῶ ὑμῖν μὴ τὸν ἀναίτιον καταλαβόντας τὸν αἴτιον ἀφεῖναι· ἀποθανόντος γὰρ ἐμοῦ οὐδεὶς ἔτι τὸν αἴτιον ζητήσει.
12 ταῦτα οὖν σεβόμενοι ὁσίως καὶ δικαίως ἀπολύετέ με, καὶ μὴ μετανοήσαντες τὴν ἁμαρτίαν γνῶτε· ἀνίατος γὰρ ἡ μετάνοια τῶν τοιούτων ἐστίν.
← Previous 14 / 14

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme