8
αἱ δʼ εἰσφοραὶ καὶ χορηγίαι εὐδαιμονίας μὲν ἱκανὸν σημεῖόν ἐστι, τοῦ δὲ μὴ ἀποκτεῖναι τἀναντία· περὶ γὰρ αὐτῆς τῆς εὐδαιμονίας τρέμων μὴ ἀποστερηθῇ, εἰκότως μὲν ἀνοσίως δὲ ἀπέκτεινεἀπολύσεσθε Sauppe: ἀπολύεσθε codd. τὸν ἄνδρα. φάσκων δὲ οὐ τοὺς εἰκότως ἀλλʼ ὄντωςἀλλ’ ὄντως Funkhanel: ἀλλὰ τοὺς codd. ἀποκτείναντας φονέας εἶναι, περὶ μὲν τῶν ἀποκτεινάντων ὀρθῶς λέγει, εἴπερ ἐγένετο φανερὸν ἡμῖν τίνες ἦσαν οἱ ἀποκτείναντες αὐτόν· μὴ δεδηλωμένων δὲ τῶν ἀποκτεινάντων, ὑπὸ τῶν εἰκότων ἐλεγχόμενος οὗτος ἂν καὶ οὐδεὶς ἕτερος ὁὁ add. Weidner. ἀποκτείνας αὐτὸν εἴη. οὐ γὰρ ἐπὶἐπὶ Ald.: ὑπὸ codd. μαρτύρων ἀλλὰ κρυπτόμενα πράσσεται τὰ τοιαῦτα.
9
οὕτω δὲ φανερῶς ἐκ τῆς αὑτοῦ ἀπολογίας ἐλεγχθεὶς διαφθείρας αὐτόν, οὐδὲν ἕτερον ὑμῶν δεῖται ἢ τὴν αὑτοῦ μιαρίαν εἰς ὑμᾶς αὐτοὺς ἐκτρέψαι. ἡμεῖς δὲ ὑμῶν δεόμεθα μὲν οὐδέν, λέγομεν δʼ ὑμῖν, εἰ μήτε ἐκ τῶν εἰκότων μήτε ἐκ τῶν μαρτυρουμένων οὗτος νῦν ἐλέγχεται, οὐκ ἔστιν ἔτι τῶν διωκομένων ἔλεγχος οὐδείς.
10
σαφῆ μὲν γὰρ τὸν θάνατον γιγνώσκοντες, φανερῶς δὲ τὰ ἴχνη τῆς ὑποψίας εἰς τοῦτον φέροντα, πιστῶς δὲ τοῦ ἀκολούθου μαρτυροῦντος, πῶς ἂν δικαίως ἀπολύοιτε αὐτόν; ἀδίκως δʼ ἀπολυομένου τούτου ὑφʼ ὑμῶν, ἡμῖν μὲν προστρόπαιος ὁ ἀποθανὼν οὐκ ἔσται, ὑμῖν δὲ ἐνθύμιος γενήσεται.ἀδίκως ... γενήσεται huc transposuit Jernstedt: ante