5
θαυμάζω δʼ ἔγωγε καὶ τοῦ ἀδελφοῦ, ἥντινά ποτε γνώμην ἔχων ἀντίδικος καθέστηκε πρὸς ἐμέ, καὶ εἰ νομίζει τοῦτο εὐσέβειαν εἶναι, τὸ τὴν μητέρα μὴ προδοῦναι. ἐγὼ δʼ ἡγοῦμαι πολὺ ἀνοσιώτερον εἶναι ἀφεῖναι τοῦ τεθνεῶτος τὴν τιμωρίαν, ἄλλως τε καὶ τοῦ μὲν ἐκ προβουλῆς ἀκουσίως ἀποθανόντος, τῆς δὲ ἑκουσίως ἐκ προνοίας ἀποκτεινάσης.
6
καὶ οὐ τοῦτό γʼ ἐρεῖ,καίτοι τοῦτό γ’ ἐρεῖ Thalheim, coll. 8 et 28. ὡς εὖ οἶδεν ὅτι οὐκὅτι οὐκ Cobet: ὅτι γ’ οὐκ codd. ἀπέκτεινεν ἡ μήτηρ αὐτοῦ τὸν πατέρα τὸν ἡμέτερον· ἐν οἷς μὲν γὰρ αὐτῷ ἐξουσία ἦν σαφῶς εἰδέναι παρὰ τῆς βασάνου, οὐκ ἠθέλησεν· ἐν οἷς δʼ οὐκ ἦν πυθέσθαι, τοῦτʼ αὐτὸ προὐθυμήθη. καίτοι αὐτὸ τοῦτο ἐχρῆν, ὃ καὶ ἐγὼ προὐκαλούμην, προθυμηθῆναι, ὅπως τὸ πραχθὲν ᾖ ἀληθῶςἀληθῶς scripsi, auct. Thalheim:ἀληθὲς codd. alii alia. ἐπεξελθεῖν.
7
μὴ γὰρ ὁμολογούντων τῶν ἀνδραπόδων οὗτός τʼ εὖ εἰδὼς ἂν ἀπελογεῖτο καὶ ἀντέσπευδε πρὸς ἐμέ, καὶ ἡ μήτηρ αὐτοῦ ἀπήλλακτο ἂν ταύτης τῆς αἰτίας. ὅπου δὲ μὴ ἠθέλησεν ἔλεγχον ποιήσασθαι τῶν πεπραγμένων, πῶς περί γʼ ὧν οὐκ ἠθέλησε πυθέσθαι, ἐγχωρεῖ αὐτῷ περὶ τούτων εἰδέναι; [πῶς οὖν περὶ τούτων, ὦ δικάζοντες, αὐτὸν εἰκὸς εἰδέναι, ὧν γεγενέσθαι Jernstedt, coll. Chor. 27:ἔσται codd. τὴν ἀλήθειαν οὐκ εἴληφε;πῶς οὖν ... εἴληφε secl. Schoell, qui alterius esse recensionis]