Thesauros Literature Oratory Κατὰ Ἀλκιβιάδου

Κατὰ Ἀλκιβιάδου

Κατὰ Ἀλκιβιάδου Andocides ca. 440-ca. 390 B.C
19 νομίζω δὲ ταύτην εἶναι σωτηρίαν ἅπασι, πείθεσθαι τοῖς ἄρχουσι καὶ τοῖς νόμοις· ὅστις δὲ ὑπερορᾷ ταῦτα, τὴν μεγίστην φυλακὴν ἀνῄρηκε τῆς πόλεως. δεινὸν μὲν οὖν ἐστι καὶ ὑπὸ τῶν ἀγνοούντων τὰ δίκαια πάσχειν κακῶς, πολὺ δὲ χαλεπώτερον, ὅταν τις ἐπιστάμενος τὰ διαφέροντα παραβαίνειν τολμᾷ· φανερῶςφανερῶς Q: φανερὸς A : γὰρ ἐνδείκνυται, ὥσπερ οὗτος, οὐκ αὐτὸς τοῖς νόμοις τοῖς τῆςτοῖς τῆς πόλεως Q: τοῖς πόλεως A. πόλεως, ἀλλʼ ὑμᾶς τοῖς αὑτοῦαὑτοῦ Baiter et Sauppe: αὐτοῦ codd. τρόποις ἀκολουθεῖν ἀξιῶν.
20 ἐνθυμήθητε δὲ Ταυρέαν, ὃς ἀντιχορηγὸς ἦν ἈλκιβιάδῃἈλκιβιάδῃ A: Ἀλκιβιάδου Q. παισί. κελεύοντος δὲ τοῦ νόμου τῶν χορευτῶν ἐξάγειν ὃν ἄν τις βούληται ξένον ἀγωνιζόμενον, οὐκ ἐξὸν ἐπιχειρήσαντα κωλύειν, ἐναντίον ὑμῶν καὶ τῶν ἄλλων Ἑλλήνων τῶν θεωρούντων καὶ τῶν ἀρχόντων ἁπάντων παρόντων τῶντῶν add. Blass. Idem tamen παρόντων secludit. ἐν τῇ πόλει τύπτων ἐξήλασεν αὐτόν, καὶ τῶν θεατῶν συμφιλονικούντων ἐκείνῳ καὶ μισούντων τοῦτον, ὥστε τῶν χορῶν τὸν μὲν ἐπαινούντων, τοῦ δʼ ἀκροάσασθαι οὐκ ἐθελόντων, οὐδὲν πλέον ἔπραξεν·
21 ἀλλὰ τῶν κριτῶν οἱ μὲν φοβούμενοι οἱ δὲ χαριζόμενοι νικᾶν ἔκριναν αὐτόν, περὶ ἐλάττονος ποιούμενοι τὸν ὅρκον ἢ τοῦτον. εἰκότως δέ μοι δοκοῦσιν οἱ κριταὶ ὑπέρχεσθαι Ἀλκιβιάδην, ὁρῶντες Ταυρέαν μὲν τοσαῦταμὲν τοσαῦτα Q: τοσαῦτα μὲν A. χρήματα ἀναλώσαντα προπηλακιζόμενον, τὸν δὲ τοιαῦτα παρανομοῦντα μέγιστον δυνάμενον. αἴτιοι δʼ ὑμεῖς,ὑμεῖς A: ἡμεῖς Q. οὐ τιμωρούμενοι τοὺς ὑβρίζοντας, καὶ τοὺς μὲν λάθρᾳ ἀδικοῦντας κολάζοντες, τοὺς δὲ φανερῶς ἀσελγαίνοντας θαυμάζοντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme