15
ἵνα τὸν οἶκον τὸν Ἱππονίκουτὸν Ἱππονίκου A: τοῦ Ἱππ. Q. κατάσχοι, ὡς ἐναντίον πάντων ὑμῶν ἐν τῇ ἐκκλησίᾳ κατηγόρεικατηγόρει Stephanus : κατηγορεῖ codd.· καὶ τὰ χρήματα τῷ δήμῳ ἔδωκεν, εἴ πως τελευτήσειεν ἄπαις, φοβούμενος μὴ διὰ τὴν οὐσίανοὐσίαν A : ἀπουσίαν Q. ἀπόλοιτο. ἀλλὰ μὴν οὐδʼ ἔρημος οὐδʼ εὐαδίκητός ἐστιν, ἐπεὶ διὰ τὸν πλοῦτον ἔχει πολλοὺς τοὺς βοηθήσοντας.Verba ἀλλὰ μὴν . . . βοηθήσοντας, quae post περὶ πλείονος(sec. 15 ad fin.) habent codd., huc transposuit Fuhr. καίτοι ὅστις ὑβρίζει γυναῖκα τὴν ἑαυτοῦ καὶ τῷ κηδεστῇ θάνατον ἐπιβουλεύει, τί χρὴ προσδοκᾶν τοῦτον περὶ τοὺς ἐντυχόντας τῶν πολιτῶν διαπράττεσθαι; πάντες γὰρ ἄνθρωποι τοὺς οἰκείους τῶν ἀλλοτρίων ποιοῦνται περὶ πλείονος.
16
ὃ δὲ πάντων δεινότατόν ἐστι, τοιοῦτος ὢν ὡς εὔνους τῷ δήμῳ τοὺς λόγους ποιεῖται, καὶ τοὺςκαὶ τοὺς Dobree: αὐτὸς codd. ἄλλους ὀλιγαρχικοὺς καὶ μισοδήμους ἀποκαλεῖ. καὶ ὃν ἔδειἔδει Dobree: δεῖ codd. τεθνάναι διὰ τὰ ἐπιτηδεύματα, κατήγορος τῶν διαβεβλημένων ὑφʼ ὑμῶνὑμῶν Emperius: ἡμῶν codd. αἱρεῖται, καί φησι φύλαξ εἶναι τῆς πολιτείας, οὐδενὶ τῶν ἄλλων Ἀθηναίων οὔτʼ ὅσον ὀλίγῳ πλέον ἀξιῶν ἔχειν· ἀλλʼ οὕτω σφόδρα καταπεφρόνηκεν ὥστε διατετέλεκεν ἁθρόους μὲν ὑμᾶς κολακεύων, ἕνα δʼ ἕκαστον προπηλακίζων.