Thesauros Literature Oratory Κατὰ Ἀλκιβιάδου

Κατὰ Ἀλκιβιάδου

Κατὰ Ἀλκιβιάδου Andocides ca. 440-ca. 390 B.C
39 ἔστι μὲν οὖνοὖν om. Q. Ἀλκιβιάδου μήτε αὐτὸναὐτὸν A: αὐτῶν Q. τῶν νόμων καὶ τῶν ὅρκων φροντίζειν, ὑμᾶς τε παραβαίνειν ἐπιχειρεῖν διδάσκειν, καὶ τοὺς μὲν ἄλλους ἐκβάλλειν καὶ ἀποκτείνειν ἀνηλεῶς, αὐτὸν δὲ ἱκετεύειν καὶ δακρύειν οἰκτρῶς. καὶ ταῦτα μὲν οὐ θαυμάζω· πολλῶν γὰρ αὐτῷ κλαυμάτων ἄξια εἴργασται· ἐνθυμοῦμαι δὲ τίνας ποτὲ καὶ πείσει δεόμενος, πότερα τοὺς νεωτέρους, οὓς πρὸς τὸ πλῆθος διαβέβληκεν ἀσελγαίνων καὶ τὰ γυμνάσια καταλύων καὶ παρὰ τὴν ἡλικίαν πράττων, ἢ τοὺς πρεσβυτέρους, οἷς οὐδὲν ὁμοίως βεβίωκεν, ἀλλὰ τῶν ἐπιτηδευμάτων αὐτῶν καταπεφρόνηκεν;
40 οὐ μόνον δὲ αὐτῶν ἕνεκα τῶν παρανομούντων, ἵνα δίκην διδῶσιν, ἐπιμελεῖσθαι ἄξιον, ἀλλὰ καὶ τῶν ἄλλων, ὅπως τούτους ὁρῶντες δικαιότεροι καὶ σωφρονέστεροι γίγνωνται. ἐμὲ μὲν τοίνυν ἐξελάσαντες τοὺς βελτίστους περιδεεῖς καταστήσετε, τοῦτον δὲ κολάσαντες τοὺς ἀσελγεστάτουςἀσελγεστάτους Emperius: ἀσελγεστέρους codd. νομιμωτέρους ποιήσετε.
41 βούλομαι δʼ ὑμᾶς ἀναμνῆσαι τῶν ἐμοὶ πεπραγμένων. ἐγὼ γὰρ πρεσβεύσας εἰς Θετταλίαν καὶ εἰςεἰς om. A. Μακεδονίαν καὶ εἰς Μολοσσίαν καὶ εἰς Θεσπρωτίαν καὶ εἰς Ἰταλίαν καὶ εἰς Σικελίαν τοὺς μὲν διαφόρους ὄντας διήλλαξα, τοὺς δʼ ἐπιτηδείους ἐποίησα, τοὺς δʼ ἀπὸ τῶν ἐχθρῶν ἀπέστησα. καίτοι εἰ τῶν πρεσβευόντωνπρεσβευόντων Luzac: πρωτευόντων codd. ἕκαστος τὰτὰ om. Q. αὐτὰ ἐποίησεν, ὀλίγους ἂν πολεμίους εἴχετε καὶ πολλοὺς συμμάχους ἐκέκτησθε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme