Thesauros Literature Oratory Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης

Περὶ τῆς πρὸς Λακεδαιμονίους εἰρήνης Andocides ca. 440-ca. 390 B.C
4 καὶ τότε ἡμῖν εἰρήνη ἐγένετο πρὸς Λακεδαιμονίους ἔτη πεντήκοντα,πεντήκοντα cum Aeschine Meursius: πέντε codd., quod retinet Dobree, verbis καὶ ἐνεμείναμεν . . . τριακαίδεκα ποστ ἔτη τριάκοντα sec. 6 collocatis. καὶ ἐνεμείναμεν ἀμφότεροι ταύταις ταῖς σπονδαῖς ἔτη τριακαίδεκα. ἓν δὴ τοῦτο, ὦ Ἀθηναῖοι, πρῶτον σκεψώμεθα. ἐν ταύτῃ τῇ εἰρήνῃ ὁ δῆμος ὁ τῶντῶν del. Spengel. Ἀθηναίων ἔσθʼ ὅπου κατελύθη; οὐδεὶς ἀποδείξει. ἀγαθὰ δὲ ὅσα ἐγένετο διὰ ταύτην τὴν εἰρήνην, ἐγὼ ὑμῖνἐγὼ ὑμῖν edd.: ἐγὼ ἡμῖν A: ἡμῖν ἐγὼ Q. φράσω.
5 πρῶτον μὲν τὸν Πειραιᾶτότε post Πειραια = add. A. ἐτειχίσαμεν ἐν τούτῳ τῷ χρόνῳ, εἶτα τὸ μακρὸν τεῖχος τὸ βόρειον· ἀντὶ δὲ τῶν τριήρων αἳ τότε ἡμῖν ἦσαν παλαιαὶ καὶ ἄπλοι, αἷς βασιλέα καὶ τοὺς βαρβάρουςτοὺς βαρβάρους Q: βαρβάρους A. καταναυμαχήσαντες ἠλευθερώσαμεν τοὺς Ἕλληνας, ἀντὶ τούτων τῶν νεῶν ἑκατὸν τριήρεις ἐναυπηγησάμεθα, καὶ πρῶτον τότε τριακοσίους ἱππέας κατεστησάμεθα καὶ τοξότας τριακοσίους Σκύθας ἐπριάμεθα. καὶκαὶ del. Blass, coll. 7, 9. ταῦτα ἐκ τῆς εἰρήνης τῆς πρὸς Λακεδαιμονίους ἀγαθὰ τῇ πόλει καὶ δύναμις τῷ δήμῳ τῷτῷ Spengel: τῶν codd. Ἀθηναίων ἐγένετο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme