Thesauros Literature Oratory Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων Andocides ca. 440-ca. 390 B.C
18 καί μοι κάλει Καλλίαν καὶ ΣτέφανονΜάρτυρες add. Radermacher post Στέφανον.—κάλει δὲ καὶ Φίλιππον καὶ Ἀλέξιππον· οὗτοι γάρ εἰσιν Ἀκουμενοῦ καὶ Αὐτοκράτορος συγγενεῖς, οἳ ἔφυγονἔφυγον Blass: ἔφευγον codd. ἐπὶ τῇ Λυδοῦ μηνύσει· τοῦ μὲν ἀδελφιδοῦς ἐστιν Αὐτοκράτωρ, τοῦ δὲ θεῖος Ἀκουμενός· οἷς προσήκει μισεῖν μὲν τὸν ἐξελάσαντα ἐκείνους, εἰδέναι δὲ μάλιστα διʼ ὅντινα ἔφυγον.ἔφυγον Blass: ἔφευγον codd. βλέπετε εἰς τούτους, καὶ μαρτυρεῖτε εἰ ἀληθῆ λέγω.
19 Μάρτυρες
19 τὰ μὲν γενόμεναγενόμενα Bekker: γινόμενα codd. ἠκούσατε, ὦ ἄνδρες, καὶ ὑμῖνὑμῖν apogr.: ἡμῖν A. οἱ μάρτυρες μεμαρτυρήκασιν· ἃ δὲ οἱ κατήγοροι ἐτόλμησαν εἰπεῖν, ἀναμνήσθητε. οὕτωοὕτω Reiske: οὐ codd. γὰρ καὶ δίκαιον ἀπολογεῖσθαι, ἀναμιμνῄσκονταἀναμιμνῄσκοντα Reiske: ἀναμιμνῄσκοντας codd. τοὺς τῶν κατηγόρων λόγους ἐξελέγχειν. ἔλεξαν γὰρ ὡς ἐγὼ μηνύσαιμι περὶ τῶν μυστηρίων, ἀπογράψαιμί τε τὸν πατέρα τὸν ἐμαυτοῦ παρόντα, καὶ γενοίμην μηνυτὴς κατὰ τοῦ πατρὸς τοῦ ἐμαυτοῦ, λόγον οἶμαι πάντων δεινότατόν τετε om. A pr. καὶ ἀνοσιώτατον λέγοντες. ὁ μὲν γὰρ ἀπογράψας αὐτὸν Λυδὸς ἦν ὁ Φερεκλέους, ὁ δὲ πείσας ὑπομεῖναι καὶ μὴ οἴχεσθαι φεύγοντα ἐγώ, πολλὰ ἱκετεύσας καὶ λαμβανόμενος τῶν γονάτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme