117
φέρε δὴ τοίνυν, ὦ ἄνδρες — τάχα γὰρ ἂν αὐτὸ βούλοισθεβούλοισθε Dobree: βούλεσθε codd. πυθέσθαι —, ὁ δὲ Καλλίας τί βουλόμενος ἐτίθη τὴν ἱκετηρίαν; ἐγὼ δὲ ὑμῖν διηγήσομαι ὧν ὑπʼ αὐτοῦ ἕνεκα ἐπεβουλεύθην. Ἐπίλυκος ἦν ὁ Τεισάνδρου θεῖός μοι, ἀδελφὸς τῆς μητρὸς τῆς ἐμῆς· ἀπέθανε δὲ ἐν Σικελίᾳ ἄπαις ἀρρένων παίδων, θυγατέρας δὲ δύο καταλιπών, αἳ ἐγίγνοντο εἴς τε ἐμὲ καὶ Λέαγρον.
118
τὰ δὲ πράγματα τὰ οἴκοι πονηρῶς εἶχε· τὴν μὲν γὰρ φανερὰν οὐσίαν οὐδὲ δυοῖν ταλάντοιν κατέλιπε, τὰ δὲ ὀφειλόμενα πλέον ἦν ἢ πέντε τάλαντα. ὅμως δʼ ἐγὼ καλέσας Λέαγρον ἐναντίον τῶν φίλων ἔλεγον ὅτι ταῦτʼ εἴη ἀνδρῶν ἀγαθῶν, ἐν τοῖς τοιούτοις δεικνύναι τὰς οἰκειότητας ἀλλήλοις.
119
ἡμᾶς γὰρ οὐ δίκαιόν ἐστιν οὔτε χρήματα ἕτεραἑτέρου Richards. Post a)ndro\s add. e(te/rou Lipsius. οὔτʼ εὐτυχίαν ἀνδρὸς ἑλέσθαι, ὥστε καταφρονῆσαι τῶν Ἐπιλύκου θυγατέρων. καὶ γὰρ εἰ ἔζη Ἐπίλυκος ἢ τεθνεὼς πολλὰ κατέλιπε χρήματα, ἠξιοῦμεν ἂν γένει ὄντες ἐγγυτάτω ἔχειν τὰς παῖδας. τοιγάρτοι ἐκεῖνα μὲν διʼ Ἐπίλυκον ἂν ἦν ἢ διὰ τὰ χρήματα· νῦν δὲ διὰ τὴν ἡμετέραν ἀρετὴν τάδε ἔσται. τῆς μὲν οὖν σὺ ἐπιδικάζου, τῆς δὲ ἐγώ.
120
ὡμολόγησέ μοι, ὦ ἄνδρες. ἐπεδικασάμεθα ἄμφω κατὰ τὴν πρὸς ἡμᾶς ὁμολογίαν. καὶ ἧς μὲν ἐγὼ ἐπεδικασάμην, ἡ παῖς τύχῃ χρησαμένη καμοῦσα ἀπέθανεν· ἡ δʼ ἑτέρα ἔστιν ἔτι. ταύτην Καλλίας ἔπειθε Λέαγρον, χρήματα ὑπισχνούμενος, ἐᾶν αὑτὸν λαβεῖν· αἰσθόμενος δʼ ἐγὼ εὐθὺς ἔθηκα παράστασιν, καὶ ἔλαχον προτέρῳ μὲν Λεάγρῳ, ὅτι εἰ μὲν σὺ βούλῃ ἐπιδικάζεσθαι, ἔχε τύχῃ ἀγαθῇ,