Thesauros Literature Oratory Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων Andocides ca. 440-ca. 390 B.C
98 ἐὰν δέ τις κτείνων τινὰ τούτων ἀποθάνῃ ἢ ἐπιχειρῶν, εὖ ποιήσω αὐτόν τε καὶ τοὺς παῖδας τοὺς ἐκείνου καθάπερ Ἁρμόδιόν τε καὶ Ἀριστογείτονα καὶ τοὺς ἀπογόνους αὐτῶν. ὁπόσοι δὲ ὅρκοι ὀμώμονται Ἀθήνησιν ἢ ἐν τῷ στρατοπέδῳ ἢ ἄλλοθί που ἐναντίοι τῷ δήμῳ τῷτῷ Spengel: τῶν codd. Ἀθηναίων, λύω καὶ ἀφίημι. ταῦτα δὲ ὀμοσάντων Ἀθηναῖοι πάντες καθʼ ἱερῶν τελείων, τὸν νόμιμον ὅρκον, πρὸ Διονυσίων· καὶ ἐπεύχεσθαι εὐορκοῦντι μὲν εἶναι πολλὰ καὶ ἀγαθά, ἐπιορκοῦντι δʼ ἐξώλη αὐτὸν εἶναι καὶ γένος.
99 πότερον, ὦ συκοφάντα καὶ ἐπίτριπτον κίναδος, κύριος ὁ νόμος ὅδε ἐστὶν ἢ οὐ κύριος; οὐ κύριος·οὐ κύριος addidi auct. Reiske. διὰ τοῦτο δʼ οἶμαι γεγένηται ἄκυρος, ὅτι τοῖς νόμοις δεῖ χρῆσθαι ἀπʼ Εὐκλείδου ἄρχοντος. καὶ σὺ ζῇς καὶ περιέρχῃ τὴν πόλιν ταύτην, οὐκ ἄξιος ὤν· ὃς ἐν δημοκρατίᾳ μὲν συκοφαντῶν ἔζης, ἐν ὀλιγαρχίᾳ δέ, ὡς μὴ ἀναγκασθείης τὰ χρήματα ἀποδοῦναι ὅσα συκοφαντῶν ἔλαβες, ἐδούλευες τοῖς τριάκοντα.
100 εἶτα σὺ περὶ ἑταιρείας ἐμοὶ μνείαν ποιῇ καὶ κακῶς τινας λέγεις; ὃς ἑνὶ μὲν οὐχ ἡταίρησας (καλῶς γὰρ ἄν σοι εἶχε), πραττόμενος δʼ οὐ πολὺ ἀργύριον τὸν βουλόμενον ἀνθρώπων, ὡς οὗτοι ἴσασιν, ἐπὶ τοῖς αἰσχίστοις ἔργοις ἔζης, καὶ ταῦτα οὕτω μοχθηρὸς ὢν τὴν ἰδέαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme