Thesauros Literature Oratory Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων Andocides ca. 440-ca. 390 B.C
96 καί μοι ἀνάγνωθι τὸν νόμον τὸν ἐκ τῆς στήλης.Νόμος.—ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ. Αἰαντὶς ἐπρυτάνευε, Κλειγένης ἐγραμμάτευε, Βοηθὸς ἐπεστάτει. τάδε Δημόφαντος συνέγραψεν. ἄρχει χρόνος τοῦδε τοῦ ψηφίσματος ἡ βουλὴ οἱ πεντακόσιοι οἱοἱ add. Bekker. λαχόντες τῷ κυάμῳ, οἷςοἷς Droysen, coll. I.G. i (2) .304: ὅτε codd. Κλειγένης πρῶτος ἐγραμμάτευεν. ἐάν τις δημοκρατίαν καταλύῃ τὴν Ἀθήνησιν, ἢ ἀρχήν τινα ἄρχῃ καταλελυμένης τῆς δημοκρατίας, πολέμιος ἔστωἔστω Steph.: ἔσται codd. Ἀθηναίων καὶ νηποινεὶ τεθνάτω, καὶ τὰ χρήματα αὐτοῦ δημόσια ἔστω, καὶ τῆς θεοῦ τὸ ἐπιδέκατον·
97 ὁ δὲ ἀποκτείνας τὸν ταῦτα ποιήσαντα καὶ ὁ συμβουλεύσας ὅσιος ἔστω καὶ εὐαγής. ὀμόσαι δʼ Ἀθηναίους ἅπαντας καθʼ ἱερῶν τελείων, κατὰ φυλὰς καὶ κατὰ δήμους, ἀποκτενεῖνἀποκτενεῖν Droysen: ἀποκτείνειν codd. τὸν ταῦτα ποιήσαντα. ὁ δὲ ὅρκος ἔστω ὅδε· κτενῶ καὶ λόγῳ καὶ ἔργῳ καὶ ψήφῳ καὶκαὶ λόγῳ καὶ ἔργῳ καὶ ψήφῳ καὶ huc transt. Sauppe, coll. Lycurg. 127. In codd. post tw=| a)poktei/nanti inveniuntur. τῇ ἐμαυτοῦ χειρί, ἂν δυνατὸς ὦ, ὃς ἂν καταλύσῃ τὴν δημοκρατίαν τὴν Ἀθήνησι, καὶ ἐάν τις ἄρξῃ τινʼτινʼ Reiske: τὴν codd. ἀρχὴν καταλελυμένης τῆς δημοκρατίας τὸ λοιπόν, καὶ ἐάν τις τυραννεῖν ἐπαναστῇ ἢ τὸν τύραννον συγκαταστήσῃ· καὶ ἐάν τις ἄλλος ἀποκτείνῃ, ὅσιον αὐτὸν νομιῶ εἶναι καὶ πρὸς θεῶν καὶ δαιμόνων, ὡς πολέμιον κτείναντα τὸν Ἀθηναίων, καὶ τὰ κτήματα τοῦ ἀποθανόντος πάντα ἀποδόμενος ἀποδώσω τὰ ἡμίσεα τῷ ἀποκτείναντι, καὶ οὐκ ἀποστερήσω οὐδέν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme