89
ὅπουὅπου Lipsius: ὅποτʼ codd. οὖν ἔδοξεν ὑμῖν δοκιμάσαι μὲν τοὺς νόμους, δοκιμάσαντας δὲ ἀναγράψαι, ἀγράφῳ δὲ νόμῳ τὰς ἀρχὰς μὴ χρῆσθαι μηδὲ περὶ ἑνός, ψήφισμα δὲ μηδὲνμηδὲν add. Blass. μήτε βουλῆς μήτε δήμου νόμουνόμου add. Reiske. κυριώτερον εἶναι, μηδʼ ἐπʼ ἀνδρὶ νόμον ἐξεῖναιἐξεῖναι add. Sauppe. τιθέναι ἐὰν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσιν Ἀθηναίοις, τοῖς δὲ νόμοις τοῖς κειμένοις χρῆσθαι ἀπʼ Εὐκλείδου ἄρχοντος, ἐνταυθοῖ ἔστιν ὅ τι ὑπολείπεται ἢ μεῖζον ἢ ἔλαττον τῶν γενομένωνγενομένων Baiter et Sauppe: γινομένων codd. πρότερον ψηφισμάτων, πρὶν Εὐκλείδην ἄρξαι, ὅπως κύριον ἔσται; οὐκ οἶμαι ἔγωγε, ὦὦ add. Blass. ἄνδρες. σκοπεῖτε δὲ καὶ αὐτοί.
90
φέρε δὴ τοίνυν, οἱ ὅρκοι ὑμῖν πῶς ἔχουσιν; ὁ μὲν κοινὸς τῇ πόλει ἁπάσῃ, ὃν ὀμωμόκατε πάντες μετὰ τὰς διαλλαγάς, καὶ οὐ μνησικακήσω τῶν πολιτῶν οὐδενὶ πλὴν τῶν τριάκοντα καὶ τῶν δέκακαὶ τῶν δέκα add. de Valois, coll. *)aq. *pol. xxxix. 6. καὶ τῶν ἕνδεκα· οὐδὲ τούτων ὃς ἂν ἐθέλῃ εὐθύνας διδόναι τῆς ἀρχῆς ἧς ἦρξεν. ὅπου τοίνυν αὐτοῖς τοῖς τριάκοντα ὤμνυτεὤμνυτε Ald.: ὤμνυται codd. μὴ μνησικακήσειν, τοῖς μεγίστων κακῶν αἰτίοις, εἰ διδοῖεν εὐθύνας, ἦ που σχολῇ τῶν γε ἄλλων πολιτῶν τινι ἠξιοῦτε μνησικακεῖν. ἡ δὲ βουλὴ αὖαὖ ἡ Reiske: αὕτη codd. ἡ ἀεὶ βουλεύουσα τί ὄμνυσι;