Thesauros Literature Oratory Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων Andocides ca. 440-ca. 390 B.C
86 ἆρά γε ἔστιν ἐνταυθοῖ τιἔστιν ἐνταυθοῖ ὅ τι Dobree, coll. sec. 89: ἐστι τοῦτο ὅτιcodd. περιελείπετο περὶ ὅτου οἷόν τε ἢ ἀρχὴν εἰσάγειν ἢ ὑμῶν πρᾶξαί τινι, ἀλλʼ ἢ κατὰ τοὺς ἀναγεγραμμένους νόμους; ὅπου οὖν ἀγράφῳ νόμῳ οὐκ ἔξεστι χρήσασθαι, ἦ που ἀγράφῳ γε ψηφίσματι παντάπασιν οὐ δεῖ γεγε secl. Gebauer. χρήσασθαι. ἐπειδὴ τοίνυν ἑωρῶμεν ὅτι πολλοῖς τῶν πολιτῶν εἶεν συμφοραί, τοῖς μὲν κατὰ νόμους, τοῖς δὲ κατὰ ψηφίσματα τὰτά secl. Lipsius. πρότερον γενόμενα, τουτουσὶ τοὺς νόμους ἐθέμεθα, αὐτῶν ἕνεκα τῶν νυνὶ ποιουμένων, ἵνα τούτων μηδὲν γίγνηται μηδὲ ἐξῇ συκοφαντεῖν μηδενί. καί μοι ἀνάγνωθι τοὺς νόμους.
87 Νόμοι.—ἀγράφῳ δὲ νόμῳ τὰς ἀρχὰς μὴ χρῆσθαι μηδὲ περὶ ἑνός. ψήφισμα δὲ μηδὲν μήτε βουλῆς μήτε δήμου νόμου κυριώτερον εἶναι. μηδὲ ἐπʼ ἀνδρὶ νόμον ἐξεῖναι θεῖναι, ἐὰν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσιν Ἀθηναίοις, ἐὰν μὴ ἑξακισχιλίοις δόξῃ κρύβδην ψηφιζομένοις.
87 τί οὖν ἦν ἐπίλοιπον; οὑτοσὶ ὁ νόμος. καί μοι ἀνάγνωθι τοῦτον.Νόμος.Titulum add. Ald.—τὰς δὲ δίκας καὶ τὰς διαίτας κυρίας εἶναι, ὁπόσαι ἐν δημοκρατουμένῃ τῇ πόλει ἐγένοντο. τοῖς δὲ νόμοις χρῆσθαι ἀπʼ Εὐκλείδου ἄρχοντος.
88 τὰς μὲν δίκας, ὦ ἄνδρες, καὶ τὰς διαίτας ἐποιήσατε κυρίας εἶναι, ὁπόσαι ἐν δημοκρατουμένῃ τῇ πόλει ἐγένοντο, ὅπως μήτε χρεῶν ἀποκοπαὶ εἶεν μήτε δίκαι ἀνάδικοι γίγνοιντο, ἀλλὰ τῶν ἰδίων συμβολαίων αἱ πράξεις εἶεν· τῶν δὲ δημοσίων ἐφʼἐφʼ add. Blass. ὁπόσοις ἢ γραφαί εἰσιν ἢ φάσεις ἢ ἐνδείξεις ἢ ἀπαγωγαί, τούτων ἕνεκα τοῖς νόμοις ἐψηφίσασθε χρῆσθαι ἀπʼ Εὐκλείδου ἄρχοντος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme