Thesauros Literature Oratory Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων Andocides ca. 440-ca. 390 B.C
49 Ἀνδοκίδη, τῶν μὲν παρόντων κακῶν ὁρᾷς τὸ μέγεθος, ἐγὼ δʼ ἐν μὲν τῷ παρελθόντι χρόνῳ οὐδὲν ἐδεόμην λέγειν οὐδέ σε λυπεῖν, νῦν δὲ ἀναγκάζομαι διὰ τὴν παροῦσαν ἡμῖν συμφοράν. οἷς γὰρ ἐχρῶ καὶ οἷς συνῆσθα ἄνευ ἡμῶν τῶν συγγενῶν, οὗτοι ἐπὶ ταῖς αἰτίαις διʼ ἃς ἡμεῖς ἀπολλύμεθα οἱ μὲν αὐτῶν τεθνᾶσιν, οἱ δὲ οἴχονται φεύγοντες,
50 σφῶν αὐτῶν καταγνόντες ἀδικεῖνHabet A lacunam duodecim litterarum post ἀδικεῖν. τούτων τοίνυν add. Sauppe, ἀλλὰ δέομαι σοῦ Reiske. . . . εἰ ἤκουσάς τι τούτου τοῦ πράγματος τοῦ γενομένου, εἰπέ, καὶ πρῶτον μὲν σεαυτὸν σῷσον, εἶτα δὲ τὸν πατέρα, ὃν εἰκός ἐστί σε μάλιστα φιλεῖν, εἶτα δὲ τὸν κηδεστὴν ὃς ἔχει σου τὴν ἀδελφὴν ἥπερ σοι μόνη ἐστίν, ἔπειτα δὲ τοὺς ἄλλους συγγενεῖς καὶ ἀναγκαίους τοσούτους ὄντας, ἔτι δὲ ἐμέ, ὃς ἐν ἅπαντι τῷ βίῳ ἠνίασα μέν σε οὐδὲν πώποτε, προθυμότατος δὲ εἰς σὲ καὶ τὰ σὰ πράγματά εἰμι, ὅ τι ἂν δέῃδέῃ Bekker: δέοι codd. ποιεῖν.
51 λέγοντος δέ, ὦ ἄνδρες, Χαρμίδου ταῦτα, ἀντιβολούντων δὲ τῶν ἄλλων καὶ ἱκετεύοντος ἑνὸς ἑκάστου, ἐνεθυμήθην πρὸς ἐμαυτόν, ὢ πάντων ἐγὼ δεινοτάτῃ συμφορᾷ περιπεσών, πότερα περιίδω τοὺς ἐμαυτοῦ συγγενεῖς ἀπολλυμένους ἀδίκως, καὶ αὐτούς τε ἀποθανόντας καὶ τὰ χρήματα αὐτῶν δημευθέντα, πρὸς δὲ τούτοις ἀναγραφέντας ἐν στήλαις ὡς ὄντας ἀλιτηρίους τῶν θεῶν τοὺς οὐδενὸς αἰτίους τῶν γεγενημένων, ἔτι δὲ τριακοσίους Ἀθηναίων μέλλοντας ἀδίκως ἀπολεῖσθαι,ἀπολεῖσθαι Stephanus: ἀπολέσθαι codd. τὴν δὲ πόλιν ἐν κακοῖς οὖσαν τοῖς μεγίστοις καὶ ὑποψίαν εἰς ἀλλήλους ἔχοντας, ἢ εἴπω Ἀθηναίοις ἅπερ ἤκουσα Εὐφιλήτου αὐτοῦ τοῦ ποιήσαντος;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme