Thesauros Literature Oratory Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων Andocides ca. 440-ca. 390 B.C
26 ἐγὼ οὖν ἐν τῷ ἐμῷ λόγῳ δίδωμι τῷ βουλομένῳ ἐμὲ ἐλέγξαιἐλέγξαι A pr.: ἐξελέγξαι A corr. ὅτι ἔφυγέ τις αὐτῶν διʼ ἐμὲ ἢ ἐμήνυσα κατά του,κατά του Sluiter: κατ’ αὐτοῦ codd. ἢ οὐχ ἕκαστοι ἔφυγον κατὰ τὰς μηνύσεις ταύτας ἃς ἐγὼ ὑμῖν ἀπέδειξα. καὶ ἐάν τις ἐλέγξῃ με ὅτι ψεύδομαι, χρήσασθέ μοι ὅ τι βούλεσθε. καὶ σιωπῶ, καὶ παραχωρῶ, εἴ τις ἀναβαίνειν βούλεται.
27 φέρε δή, ὦ ἄνδρες, μετὰ ταῦτα τί ἐγένετο; ἐπειδὴ αἱ μηνύσεις ἐγένοντο, περὶ τῶν μηνύτρων — ἦσαν γὰρ κατὰ τὸ Κλεωνύμου ψήφισμα χίλιαι δραχμαί, κατὰ δὲ τὸ Πεισάνδρου μύριαι — περὶ δὲ τούτων ἠμφεσβήτουνἠμφεσβήτουν Lipsius: ἡμφισβήτουν codd. οὗτοί τε οἱ μηνύσαντες καὶ Πυθόνικος, φάσκων πρῶτος εἰσαγγεῖλαι, καὶ Ἀνδροκλῆς ὑπὲρ τῆς βουλῆς.
28 ἔδοξεν οὖν τῷ δήμῳ ἐν τῷ τῶν θεσμοθετῶν δικαστηρίω τοὺς μεμυημένους, ἀκούσαντας τὰς μηνύσειςμηνύσεις vulg.: μυήδεις A pr.: μυνήδεις A corr. ἅς ἕκαστος ἐμήνυσε, διαδικάσαι. καὶ ἐψηφίσαντο πρώτῳ μὲν Ἀνδρομάχῳ, δευτέρῳ δὲ Τεύκρῳ, καὶ ἔλαβον Παναθηναίων τῷ ἀγῶνι Ἀνδρόμαχος μὲν μυρίας δραχμάς, Τεῦκρος δὲ χιλίας. καὶ μοι κάλει τούτων τοὺς μάρτυρας.
29 Μάρτυρες

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme