Thesauros Literature Oratory Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων

Περὶ τῶν μυστηρίων Andocides ca. 440-ca. 390 B.C
23 εἰ τοίνυν ἀνέβην ἐπὶ δικαστήριον, ἢ λόγος τις περὶ ἐμοῦ ἐγένετο, ἢ μήνυσίς τις ἐμὴ ἔστιν ἢἢ Reiske: ἡ codd. ἀπογραφή, μὴ ὅτι ἐμὴ καθʼ ἑτέρου, ἀλλʼ εἰ καὶ ἄλλου τινὸς κατʼ ἐμοῦ, ἐλεγχέτω με ὁ βουλόμενος ἐνταῦθα ἀναβάς. ἀλλὰ γὰρ λόγον ἀνοσιώτερον καὶ ἀπιστότερονἀνοσιώτερον καὶ ἀπιστότερον Reiske: ἀνοσιώτατον καὶ ἀπιστότατον codd. οὐδένας πώποτʼ ἐγὼ εἰπόντας οἶδα, οἳ τοῦτο μόνον ἡγήσαντο δεῖν, τολμῆσαι κατηγορῆσαι· εἰ δʼ ἐλεγχθήσονται ψευδόμενοι, οὐδὲν αὐτοῖς ἐμέλησεν. ὥσπερ οὖν,
24 εἰ ἀληθῆ ἦν ταῦτα ἅ μουμου Dobree: με codd. κατηγόρησαν, ἐμοὶ ἂν ὠργίζεσθε καὶ ἠξιοῦτε δίκην τὴν μεγίστην ἐπιτιθέναι, οὕτως ἀξιῶ ὑμᾶς, γιγνώσκοντας ὅτι ψεύδονται, πονηρούς τε αὐτοὺς νομίζειν, χρῆσθαί τε τεκμηρίῳ ὅτι εἰ τὰ δεινότατα τῶν κατηγορηθέντων περιφανῶς ἐλέγχονται ψευδόμενοι, ἦ που τά γε πολλῷ φαυλότερα ῥᾳδίως ὑμῖν ἀποδείξω ψευδομένους αὐτούς.
25 αἱ μὲν μηνύσεις ὧδε περὶ τῶν μυστηρίων αὗται ἐγένοντο τέτταρες· οἳ δὲ ἔφυγονἔφυγον Blass: ἔφυγον codd. καθʼ ἑκάστην μήνυσιν, ἀνέγνων ὑμῖν τὰ ὀνόματα αὐτῶν, καὶ οἱ μάρτυρες μεμαρτυρήκασιν. ἔτι δὲ πρὸς τούτοις ἐγὼ πιστότητος ὑμῶν ἕνεκα, ὦ ἄνδρες, τάδε ποιήσω. τῶν γὰρ φυγόντωνφυγόντων Blass: φευγόντων codd. ἐπὶ τοῖςἐπὶ τοῖς Reiske: ἐν τοῖς codd. μυστηρίοις οἱ μέν τινες ἀπέθανον φεύγοντες, οἱ δʼ ἥκουσι καὶ εἰσὶν ἐνθάδε καὶ πάρεισιν ὑπʼ ἐμοῦ κεκλημένοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme