20
πρῶτον μὲν γὰρ τὴν βουλὴν τὴν ἐν Ἀρείῳ πάγῳ ἐγγράφειν πρὸς τοὺς λογιστὰς ὁ νόμος κελεύει λόγον καὶ εὐθύνας διδόναι, καὶ τὴν ἐκεῖ σκυθρωπὸν καὶ τῶν μεγίστων κυρίαν τὴν . . . σκυθρωπὸν . . . κυρίαν Reiske: the MSS. have τῶν . . . σκυθρωπῶν . . . κύριον or omit all between διδόναι and ὑπὸ. ἄγει ἄγει H. Wolf: ἄγειν MSS. ὑπὸ τὴν ὑμετέραν ψῆφον. οὐκ ἄρα στεφανωθήσεται ἡ βουλὴ ἡ ἐξ Ἀρείου πάγου; οὐδὲ γὰρ πάτριον αὐτοῖς. αὐτοῖς Weidner: ἐστιν αὐτοῖς or αὐτοῖς ἐστιν MSS. οὐκ ἄρα φιλοτιμοῦνται; πάνυ γε, ἀλλʼ οὐκ ἀγαπῶσιν, ἐάν τις παρʼ αὐτοῖς μὴ ἀδικῇ, ἀλλʼ ἐάν τις ἐξαμαρτάνῃ, κολάζουσιν· οἱ δὲ ὑμέτεροι ῥήτορες τρυφῶσι. πάλιν τὴν βουλὴν τοὺς πεντακοσίους ὑπεύθυνον πεποίηκεν ὁ νομοθέτης.
21
καὶ οὕτως ἰσχυρῶς ἀπιστεῖ τοῖς ὑπευθύνοις, ὥστʼ εὐθὺς ἀρχόμενος τῶν νόμων, νόμων Cobet: νόμων λέγει MSS. ἀρχὴν ὑπεύθυνον, φησί, μὴ ἀποδημεῖν· ὦ Ἡράκλεις, ὑπολάβοι ἄν τις, ὅτι ἦρξα, μὴ ἀποδημήσω; ἵνα γε μὴ προλαβὼν χρήματα τῆς πόλεως ἢ πράξεις δρασμῷ χρήσῃ. πάλιν ὑπεύθυνον οὐκ ἐᾷ τὴν οὐσίαν καθιεροῦν, οὐδὲ ἀνάθημα ἀναθεῖναι, οὐδʼ ἐκποίητον γενέσθαι, οὐδὲ διαθέσθαι τὰ ἑαυτοῦ, οὐδʼ ἄλλα πολλά· ἑνὶ δὲ λόγῳ ἐνεχυράζει τὰς οὐσίας ὁ νομοθέτης τὰς τῶν ὑπενθύνων, ἕως ἂν λόγον ἀποδῶσι τῇ πόλει.