193
ἤδη δʼ ἐκ τῶν τεχνῶν τῶν Δημοσθένους αἰσχρὸν ἔθος ἐν τοῖς δικαστηρίοις παραδέδεχθε. παραδέδεχθε Cobet: παραδέχεσθε MSS. μετενήνεκται γὰρ ὑμῖν ὑμῖν Markland: ἡμῖν or ὑμῶν MSS. τὰ τῆς πόλεως δίκαια· ὁ μὲν γὰρ κατήγορος ἀπολογεῖται, ὁ δὲ φεύγων τὴν γραφὴν κατηγορεῖ, οἱ δὲ δικασταὶ ἐνίοτε ὧν μέν εἰσι κριταὶ ἐπιλανθάνονται, ὧν δʼ οὐκ εἰσί, εἰσί Cobet: εἰσὶ δικασταί MSS. περὶ τούτων ἀναγκάζονται τὴν ψῆφον φέρειν. λέγει δὲ ὁ φεύγων, ἂν ἄρα ποθʼ ἅψηται τοῦ πράγματος, οὐκ ὡς ἔννομα γέγραφεν, ἀλλʼ ὡς ἤδη ποτὲ καὶ πρότερον ἕτερος τοιαῦτα γράψας ἀπέφυγεν. ἐφʼ ᾧ καὶ νυνὶ μέγα φρονεῖν ἀκούω Κτησιφῶντα.
194
ἐτόλμα δʼ ἐν ὑμῖν ποτε σεμνύνεσθαι Ἀριστοφῶν ἐκεῖνος ὁ Ἀζηνιεὺς λέγων ὅτι γραφὰς παρανόμων ἀπέφυγεν ἑβδομήκοντα καὶ πέντε. ἀλλʼ οὐχὶ Κέφαλος ὁ παλαιὸς ἐκεῖνος, ὁ δοκῶν δημοτικώτατος γεγονέναι, οὐχ οὕτως, ἀλλʼ ἐπὶ τοῖς ἐναντίοις ἐφιλοτιμεῖτο, λέγων ὅτι πλεῖστα πάντων γεγραφὼς ψηφίσματα, οὐδεμίαν πώποτε γραφὴν πέφευγε παρανόμων, καλῶς οἶμαι σεμνυνόμενος. ἐγράφοντο γὰρ ἀλλήλους παρανόμων οὐ μόνον οἱ διαπολιτευόμενοι, ἀλλὰ καὶ οἱ φίλοι τοὺς φίλους, εἴ τι ἐξαμαρτάνοιεν εἰς τὴν πόλιν. ἐκεῖθεν δὲ τοῦτο γνώσεσθε.
195
Ἀρχῖνος γὰρ ὁ ἐκ Κοίλης ἐγράψατο παρανόμων Θρασύβουλον τὸν Στειριέα γράψαντά τι παρὰ τοὺς νόμους, ἕνα τῶν ἀπὸ Φυλῆς αὐτῷ συγκατελθόντων, καὶ εἷλε, νεωστὶ γεγενημένων αὐτῷ τῶν εὐεργεσιῶν, ἃς οὐχ ὑπελογίσαντο οἱ δικασταί· ἡγοῦντο γάρ, ὥσπερ τότε αὐτοὺς φεύγοντας φεύγοντας Dobree: φεύγοντας ἀπὸ Φυλῆς MSS. Θρασύβουλος κατήγαγεν, οὕτω νῦν μένοντας ἐξελαύνειν παρὰ τοὺς νόμους γράφοντά τι.