187
ἐν τοίνυν τῷ Μητρώῳ Μητρώῳ Bake: Μητρώῳ παρὰ τὸ βουλευτήριον MSS. ἣν ἔδοτε δωρεὰν τοῖς ἀπὸ Φυλῆς φεύγοντα τὸν δῆμον καταγαγοῦσιν, ἔστιν ἰδεῖν. ἦν μὲν γὰρ ὁ τὸ ψήφισμα νικήσας Ἀρχῖνος ὁ ἐκ Κοίλης, εἷς τῶν καταγαγόντων τὸν δῆμον, ἔγραψε δὲ πρῶτον μὲν αὐτοῖς εἰς θυσίαν καὶ ἀναθήματα δοῦναι χιλίας δραχμάς, καὶ τοῦτʼ ἔστιν ἔλαττον ἢ δέκα δραχμαὶ κατʼ ἄνδρα, ἔπειτα ἔπειτα Cobet: ἔπειτα κελεύει MSS. στεφανῶσαι φαλλοῦ στεφάνῳ αὐτῶν ἕκαστον, ἀλλʼ οὐ χρυσῷ· τότε μὲν γὰρ ἦν ὁ τοῦ θαλλοῦ στέφανος τίμιος, νυνὶ δὲ καὶ ὁ χρυσοῦς καταπεφρόνηται. καὶ οὐδὲ τοῦτο εἰκῇ πρᾶξαι κελεύει, ἀλλʼ ἀκριβῶς τὴν βουλὴν σκεψαμένην, ὅσοι αὐτῶν ἐπὶ Φυλῇ ἐπολιορκήθησαν ὅτε Λακεδαιμόνιοι καὶ οἱ τριάκοντα προσέβαλλον, προσέβαλλον Hamaker: προσέβαλλον τοῖς καταλαβοῦσι Φυλήν MSS. οὐχ ὅσοι τὴν τάξιν ἔλιπον ἐν Χαιρωνείᾳ τῶν πολεμίων ἐπιόντων. ὅτι δʼ ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὸ ψήφισμα.
188
Ψήφισμα περὶ Δωρεὰς τοῖς ἀπὸ Φυλῆς
188
παρανάγνωθι δὴ καὶ ὃ γέγραφε Κτησιφῶν Δημοσθένει τῷ τῶν μεγίστων αἰτίῳ κακῶν.
188
Ψήφισμα
188
τούτῳ τῷ ψηφίσματι ἐξαλείφεται ἡ τῶν καταγαγόντων δωρεά. εἰ τοῦτʼ ἔχει καλῶς, ἐκεῖνο αἰσχρῶς· εἰ ἐκεῖνοι κατʼ ἀξίαν ἐτιμήθησαν, οὗτος ἀνάξιος ὢν στεφανοῦται.