185
ἐπὶ δὲ τῷ τρίτῳ ἐπιγέγραπται Ἑρμῇ· ἔκ ποτε τῆσδε πόληος ἅμʼ Ἀτρείδῃσι Μενεσθεὺς ἡγεῖτο ζάθεον Τρωικὸν ἂμ πεδίον, ὅν ποθʼ Ὅμηρος ἔφη Δαναῶν πύκα χαλκοχιτώνων κοσμητῆρα μάχης ἔξοχον ἄνδρα μολεῖν. οὕτως οὐδὲν ἀεικὲς Ἀθηναίοισι καλεῖσθαι κοσμητὰς πολέμου τʼ ἀμφὶ καὶ ἠνορέης.υνκνοων ἔστι που τὸ τῶν στρατηγῶν ὄνομα; οὐδαμοῦ, ἀλλὰ τὸ τοῦ δήμου.
186
προέλθετε δὴ τῇ διανοίᾳ καὶ εἰς τὴν στοὰν τὴν ποικίλην· ἁπάντων γὰρ ἡμῖν τῶν καλῶν ἔργων τὰ ὑπομνήματα ἐν τῇ ἀγορᾷ ἀνάκειται. τί οὖν ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ὃ ἐγὼ λέγω; ἐνταῦθα ἡ ἐν Μαραθῶνι μάχη γέγραπται. τίς οὖν ἦν ὁ στρατηγός; οὑτωσὶ μὲν ἐρωτηθέντες ἅπαντες ἀποκρίναισθε ἄν, ὅτι Μιλτιάδης· ἐκεῖ δὲ οὐκ ἐπιγέγραπται. πῶς; οὐκ ᾔτησε ταύτην τὴν δωρεάν; ᾔτησεν, ἀλλʼ ὁ δῆμος οὐκ ἔδωκεν, ἀλλʼ ἀντὶ τοῦ ὀνόματος συνεχώρησεν αὐτῷ γραφῆναι πρώτῳ παρακαλοῦντι τοὺς στρατιώτας.