151
ἐνταῦθʼ ἤδη παντάπασιν ἔκφρων ἐγένετο, καὶ παρελθὼν ἐπὶ τὸ βῆμα προδότας τῶν Ἑλλήνων ἀπεκάλει τοὺς Βοιωτάρχας, καὶ γράψειν ἔφη ψήφισμα, ὁ τοῖς πολεμίοις οὐδεπώποτʼ ἀντιβλέψας, πέμπειν ὑμᾶς πρέσβεις εἰς Θήβας αἰτήσοντας Θηβαίους δίοδον ἐπὶ Φίλιππον. ὑπεραισχυνθέντες δὲ οἱ ἐν Θήβαις ἄρχοντες, μὴ δόξωσιν ὡς ἀληθῶς εἶναι προδόται τῶν Ἑλλήνων, ἀπὸ μὲν τῆς εἰρήνης ἀπετράποντο, ἐπὶ δὲ τὴν παράταξιν ὥρμησαν.
152
ἔνθα δὴ καὶ τῶν ἀνδρῶν τῶν ἀγαθῶν ἄξιόν ἐστιν ἐπιμνησθῆναι, οὓς οὗτος ἀθύτων καὶ ἀκαλλιερήτων ὄντων τῶν ἱερῶν ἐκπέμψας ἐπὶ τὸν πρόδηλον κίνδυνον, ἐτόλμησε τοῖς δραπέταις ποσὶ καὶ λελοιπόσι τὴν τάξιν ἀναβὰς ἐπὶ τὸν τάφον τὸν τῶν τελευτησάντων, ἐγκωμιάζειν τὴν ἐκείνων ἀρετήν. ὦ πρὸς μὲν τὰ μεγάλα καὶ σπουδαῖα τῶν ἔργων τῶν ἀνθρώπων ἁπάντων τῶν ἀνθρώπων ἁπάντων the editor: πάντων ἀνθρώπων or ἁπάντων ἀνθρώπων or τῶν ἀνθρώπων MSS. ἀχρηστότατε, πρὸς δὲ τὴν ἐν τοῖς λόγοις τόλμαν θαυμασιώτατε, ἐπιχειρήσεις ἐπιχειρήσεις Reiske: ἐπιχειρήσειν ἐθέλεις or ἐπιχειρήσειν ἐθελήσεις MSS. αὐτίκα μάλα, βλέπων εἰς τὰ τούτων πρόσωπα, λέγειν ὡς δεῖ σε ἐπὶ ταῖς τῆς πόλεως συμφοραῖς στεφανοῦσθαι; ἐὰν δʼ οὗτος λέγῃ, ὑμεῖς ὑπομενεῖτε, καὶ συναποθανεῖται τοῖς τελευτήσασιν ὡς ἔοικε καὶ ἡ ὑμετέρα μνήμη;