80
ὡς γὰρ τάχιστα εἴσω Πυλῶν Φίλιππος παρῆλθε, καὶ τάς τε ἐν Φωκεῦσι πόλεις παραδόξως ἀναστάτους ἐποίησε, Θηβαίους τε, τε Blass: δὲ MSS. ὡς τόθʼ ὑμῖν ἐδόκει, περαιτέρω τοῦ καιροῦ καὶ τοῦ ὑμετέρου συμφέροντος ἰσχυροὺς κατεσκεύασεν, ὑμεῖς τε ἐκ τῶν ἀγρῶν φοβηθέντες ἐσκευαγωγήσατε, ἐν ταῖς μεγίσταις δʼ ἦσαν αἰτίαις οἱ πρέσβεις οἱ τὴν εἰρήνην πρεσβεύσαντες, πολὺ δὲ τῶν ἄλλων διαφερόντως Φιλοκράτης καὶ Δημοσθένης, διὰ τὸ μὴ μόνον πρεσβεύειν, ἀλλὰ καὶ τὰ ψηφίσματα γεγραφέναι,
81
συνέβη τε ἐν τοῖς αὐτοῖς χρόνοις διαφέρεσθαί τι Δημοσθένην καὶ Φιλοκράτην σχεδὸν ὑπὲρ τούτων ὑπὲρ ὧν καὶ ὑμεῖς ὑπωπτεύσατε· ὑπωπτεύσατε the editor: αὐτοὺς ὑπωπτεύσατε διενεχθῆναι MSS. τοιαύτης τοιαύτης Taylor: τοιαύτης δὲ MSS. cp. § 149 and Aeschin. 2.157. ἐμπιπτούσης ταραχῆς, μετὰ τῶν συμφύτων αὐτῷ νοσημάτων ἤδη τὰ μετὰ ταῦτα ἐβουλεύετο, μετὰ δειλίας καὶ τῆς πρὸς Φιλοκράτην ὑπὲρ τῆς δωροδοκίας ζηλοτυπίας, καὶ ἡγήσατο, εἰ τῶν συμπρεσβευόντων καὶ τοῦ Φιλίππου κατήγορος ἀναφανείη, τὸν μὲν Φιλοκράτην προδήλως ἀπολεῖσθαι, τοὺς δὲ ἄλλους συμπρέσβεις κινδυνεύσειν, αὐτὸς δʼ εὐδοκιμήσειν, καὶ προδότης ὢν τῶν φίλων καὶ πονηρός, πιστὸς τῷ δήμῳ φανήσεσθαι.