Thesauros Literature Oratory Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
59 εἰ δέ τισιν ὑμῶν ἐξαίφνης ἀκούσασιν ἀπιστότερος προσπέπτωκεν ὁ τοιοῦτος λόγος, ἐκείνως τὴν ὑπόλοιπον ποιήσασθε ἀκρόασιν. ὥσπερ ὅταν περὶ χρημάτων ἀνηλωμένων διὰ πολλοῦ χρόνου καθεζώμεθα ἐπὶ τοὺς λογισμούς, ἐρχόμεθα δή που ἐνίοτε ψευδεῖς οἴκοθεν δόξας ἔχοντες· ἔχοντες Sauppe: ἔχοντες κατὰ τὸν λογισμὸν or κατὰ τῶν λογισμῶν MSS. ἀλλʼ ὅμως ἐπειδὰν ὁ λογισμὸς συγκεφαλαιωθῇ, οὐδείς ἐστιν ἐστιν Blass: the MSS. have ὑμῶν or ἡμῶν before or after ἐστιν. οὕτω δύσκολος τὴν φύσιν, ὅστις οὐκ ἀπέρχεται τοῦτο ὁμολογήσας ἀληθὲς εἶναι, ὅ τι ἂν ὁ λογισμὸς αἱρῇ·
60 οὕτω καὶ νῦν τὴν ἀκρόασιν ποιήσασθε. εἴ τινες ὑμῶν ἐκ τῶν ἔμπροσθεν χρόνων ἥκουσιν οἴκοθεν τοιαύτην ἔχοντες τὴν δόξαν, ὡς ἄρα ὁ Δημοσθένης οὐδὲν πώποτε εἴρηκεν ὑπὲρ Φιλίππου συστὰς μετὰ Φιλοκράτους,—ὅστις οὕτω διάκειται, μήτʼ ἀπογνώτω μηδὲν μήτε καταγνώτω πρὶν ἂν ἂν added by Reisig. ἀκούσῃ· οὐ γὰρ δίκαιον. ἀλλʼ ἐάν, ἐμοῦ διὰ βραχέωνAfter βραχέων the MSS. have ἀκούσητε or ἀκούσαντε or ἀκούσαντες· Blass brackets. ὑπομιμνῄσκοντος τοὺς καιροὺς καὶ τὰ ψηφίσματα παρεχομένου ἃ μετὰ Φιλοκράτους ἔγραψε Δημοσθένης, αὐτὸςBefore αὐτὸς the MSS. have ἐὰν· Blass brackets. ὁ τῆς ἀληθείας λογισμὸς καταλάβῃ καταλάβῃ Franke: ἐγκαταλαμβάνῃ MSS. τὸν Δημοσθένην πλείω μὲν γεγραφότα ψηφίσματα Φιλοκράτους τῆς ἐξ ἀρχῆς εἰρήνης καὶ συμμαχίας,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme