Thesauros Literature Oratory Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
55 δεύτερον δέ φησι καιρὸν γενέσθαι, ὃν ἤγομεν χρόνον τὴν εἰρήνην, δηλονότι μέχρι τῆς ἡμέρας ἐκείνης ἐν ᾗ καταλύσας τὴν ὑπάρχουσαν εἰρήνην τῇ πόλει, ὁ αὐτὸς οὗτος ῥήτωρ ἔγραψε τὸν πόλεμον· τρίτον δὲ ὃν ἐπολεμοῦμεν χρόνον μέχρι τῶν ἐν τῶν ἐν Cobet: τῆς ἀτυχίας τῶν ἐν or τῆς ἀτυχίας τῆς ἐν MSS. Χαιρωνείᾳ, τέταρτον δὲ τὸν νῦν παρόντα καιρόν. ταῦτα δὲ καταριθμησάμενος, ὡς ἀκούω, μέλλει με παρακαλεῖν καὶ ἐπερωτᾶν, ὁποίου τούτων τῶν τεττάρων αὐτοῦ καιρῶν κατηγορῶ, καὶ πότε αὐτὸν οὐ τὰ βέλτιστά φημι τῷ δήμῳ πεπολιτεῦσθαι· κἂν μὴ θέλω ἀποκρίνασθαι, ἀλλʼ ἐγκαλύπτωμαι καὶ ἀποδιδράσκω, ἐκκαλύψειν μέ φησι προσελθὼν καὶ ἄξειν ἐπὶ τὸ βῆμα καὶ ἀναγκάσειν ἀποκρίνασθαι.
56 ἵνʼ οὖν μήθʼ οὗτος ἰσχυρίζηται ὑμεῖς τε προειδῆτε ἐγώ τε ἀποκρίνωμαι, ἐναντίον σοι τῶν δικαστῶν, Δημόσθενες, καὶ τῶν ἄλλων πολιτῶν, ὅσοι δὴ δὴ Blass: the MSS. have δὲ or τε, or omit. ἔξωθεν περιεστᾶσι, καὶ Ἑλλήνων, ὅσοις ἐπιμελὲς γέγονεν ἐπακούειν ἐπακούειν Markland: ὑπακούειν MSS. τῆσδε τῆς κρίσεως· ὁρῶ δὲ οὐκ ὀλίγους παρόντας, ἀλλʼ ὅσους οὐδεὶς πώποτε μέμνηται πρὸς ἀγῶνα δημόσιον παραγενομένους· ἀποκρίνομαι, ὅτι ἁπάντων τῶν τεττάρων καιρῶν κατηγορῶ σου ὅσους ὅσους Weidner: οὓς σὺ MSS. διαιρῇ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme