Thesauros Literature Oratory Κατά Κτησιφώντος

Κατά Κτησιφώντος

Κατά Κτησιφώντος Aeschines
26 καὶ οὐ κατηγορῶν αὐτῶν οὐδʼ ἐπιτιμῶν λέγω, ἀλλʼ ἐκεῖνο ὑμῖν ἐνδείξασθαι βουλόμενος, βουλόμενος Cobet: βούλομαι MSS. ὅτι ὁ μὲν νομοθέτης, ἐάν τις μιᾶς ἀρχῆς τῆς ἐλαχίστης ὑπεύθυνος ᾖ, τοῦτον οὐκ ἐᾷ, πρὶν ἂν λόγου λόγουν Scheibe: λόγους MSS. καὶ εὐθύνας δῷ, στεφανοῦν, Κτησιφῶν δὲ Κτησιφῶν δὲ Blass: ὁ δὲ Κτησιφῶν MSS. Δημοσθένην τὸν συλλήβδην ἁπάσας τὰς Ἀθήνησιν ἀρχὰς ἄρχοντα οὐκ ὤκνησε γράψαι στεφανῶσαι.
27 ὡς τοίνυν καὶ τὴν τῶν τειχοποιῶν ἀρχὴν ἦρχεν, ὅθʼ οὗτος τὸ ψήφισμα ἔγραψε, καὶ τὰ δημόσια χρήματα διεχείριζε, καὶ ἐπιβολὰς ἐπέβαλλε, καθάπερ οἱ ἄλλοι ἄρχοντες, καὶ δικαστηρίων ἡγεμονίας ἐλάμβανε, τούτων ὑμῖν αὐτὸν Δημοσθένην μάρτυρα Δημοσθένην μάρτυρα Hamaker: Δημοσθένην μάρτυρα καὶ Κτησιφῶντα or Δημοσθένην καὶ Κρησιφῶντα μάρτυρας MSS. παρέξομαι. ἐπὶ γὰρ Χαιρώνδου ἄρχοντος, Θαργηλιῶνος μηνὸς δευτέρᾳ φθίνοντος, ἐκκλησίας οὔσης ἔγραψε Δημοσθένης ἀγορὰν ποιῆσαι τῶν φυλῶν Ξκιροφοριῶνος δευτέρα ἱσταμένου καὶ τρίτῃ, καὶ ἐπέταξεν ἐν τῷ ψηφίσματι ἑκάστης τῶν φυλῶν ἑλέσθαι τοὺς ἐπιμελησομένους τῶν ἔργων ἐπὶ τὰ τείχη καὶ ταμίας, καὶ μάλα ὀρθῶς, ἵνʼ ἡ πόλις ἔχοι ὑπεύθυνα σώματα παρʼ ὧν ἔμελλε τῶν ἀνηλωμένων λόγον ἀπολήψεσθαι. καί μοι λέγε τὸ ψήφισμα. τὸ Ψήφισμα Franke: τὰ Ψηφίσματα MSS.
28 Ψήφισμα Ψήφισμα Franke: the MSS. have the plural, or omit the title.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme