20
ἡ μὲν τοίνυν ἐξ ἀρχῆς ἔνστασις τῶν ὅλων πραγμάτων ἐγένετο οὐ διʼ ἐμοῦ, ἀλλὰ διὰ Λημοσθένους καὶ Φιλοκράτους· ἐν δὲ τῇ πρεσβείᾳ συσσιτεῖν ἡμῖν ἐσπούδασεν, οὐκ ἐμὲ πείσας, ἀλλὰ τοὺς μετʼ ἐμοῦ, Ἀγλαοκρέοντα τὸν Τενέδιον, ὃν ἐκ τῶν συμμάχων εἵλεσθε, καὶ Ἰατροκλέα. ἐν δὲ τῇ πορείᾳ παρακελεύεσθαί με φησὶν αὑτῷ, ὅπως τὸ θηρίον κοινῇ φυλάξομεν, τὸν Φιλοκράτην, πρᾶγμα λέγων πεπλασμένον. πῶς γὰρ ἂν ἐγὼ Δημοσθένην ἐπὶ Φιλοκράτην παρεκάλουν, ὃν ᾔδειν συνειπόντα μὲν Φιλοκράτει, ὅτʼ ἦν ἡ τῶν παρανόμων γραφή, προβληθέντα δʼ εἰς τὴν πρεσβείαν ὑπὸ Φιλοκράτους;
21
πρὸς δὲ τούτοις οὐκ ἐν τοιούτοις ἦμεν λόγοις, λόγοις Baiter: λόγοις οἱ συμπρέσβεις MSS. ἀλλʼ ὅλην τὴν πορείαν ἠναγκαζόμεθα Δημοσθένην ὑπομένειν ἀφόρητον καὶ βαρὺν ἄνθρωπον· ὃς διασκοπούντων ἡμῶν ὅ τι χρὴ λέγειν, λέγειν Taylor: λέγειν ἡμᾶς (or ὑμᾶς) τῶν συμπρέσβεων (or πρέσβεων) MSS. καὶ Κίμωνος εἰπόντος ὅτι φοβοῖτο μὴ δικαιολογούμενος περιγένοιτο ἡμῶν ὁ Φίλιππος, πηγὰς δὴ λόγων ἐπηγγέλλετο, ἐπηγγέλλετο Taylor: before ἐπηγγέλλετο the MSS. have ἔχειν ἀφθόνους or ἀφθόνους ἔχειν. καὶ περὶ τῶν δικαίων τῶν ὑπὲρ Ἀμφιπόλεως καὶ τῆς ἀρχῆς τοῦ πολέμου τοιαῦτα ἐρεῖν ἔφη, ὥστε ἀπορράψειν τὸ Φιλίππου στόμα ὁλοσχοίνῳ ἀβρόχῳ καὶ πείσειν Ἀθηναίους μὲν καταδέξασθαι Λεωσθένην, Φίλιππον δʼ Ἀθηναίοις Ἀμφίπολιν ἀποδοῦναι.