Thesauros Literature Oratory Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
150 ἐτόλμησας δὲ καὶ περὶ τῶν ἐμῶν κηδεστῶν εἰπεῖν· οὕτως ἀναιδὴς καὶ πόρρωθεν ἀχάριστος εἶ, ὃς Φιλόδημον τὸν Φίλωνος πατέρα καὶ Ἐπικράτους οὐκ ἀγαπᾶς οὐδὲ προσκυνεῖς, διʼ ὃν εἰς τοὺς δημότας ἐνεγράφης, ὡς ἴσασιν οἱ πρεσβύτεροι Παιανιέων. ἐκπέπληγμαι δέ, εἰ σὺ λοιδορεῖν Φίλωνα τολμᾷς, καὶ ταῦτα ἐν τοῖς ἐπιεικεστάτοις Ἀθηναίων, οἳ δεῦρο εἰσεληλύθασι δικάσοντες ἕνεκα τοῦ βελτίστου τῆς πόλεως, καὶ μᾶλλον προσέχουσι τοῖς βίοις ἡμῶν ἢ τοῖς λόγοις.
151 πότερα γὰρ ἂν προσδοκᾷς αὐτοὺς εὔξασθαι μυρίους ὁπλίτας ὁμοίους. Φίλωνι γενέσθαι, καὶ τὰ σώματα οὕτω διακειμένους καὶ τὴν Ψυχὴν οὕτω σώφρονας, ἢ τρισμυρίους κιναίδους οἵους περ σύ; καὶ τὴν Ἐπικράτους εὐαγωγίαν, τοῦ Φίλωνος ἀδελφοῦ, ἐπανάγεις εἰς ὀνείδη. καὶ τίς αὐτὸν εἶδε πώποτε ἀσχημονήσαντα, ἢ μεθʼ ἡμέραν, ὡς σὺ φῄς, ἐν τῇ πομπῇ τῶν Διονυσίων, ἢ νύκτωρ; οὐ γὰρ ἂν τοῦτό γʼ εἴποις, ὡς ἔλαθεν· οὐ γὰρ ἠγνοεῖτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme