Thesauros Literature Oratory Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
144 ἐτόλμησε δʼ εἰπεῖν ὡς ἐγὼ τοῖς ἐμαυτοῦ λόγοις περιπίπτω. φησὶ γάρ με εἰπεῖν, ὅτʼ ἔκρινον Τίμαρχον, ὅτι πάντες κατʼ αὐτοῦ τὴν τῆς πορνείας φήμην παρειλήφασι, τὸν δʼ Ἡσίοδον ποιητὴν ἀγαθὸν ὄντα λέγειν, φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσι· φημίξωσι Baiter and Sauppe. Here and in Aeschin. 1.129 the MSS. have varying forms of the verb (so in the MSS. of Hesiod). θεός νυ τίς ἐστι καὶ αὐτή. Hes. WD 763-4 τὴν δʼ αὐτὴν ταύτην θεὸν ἥκειν νῦν κατηγοροῦσαν ἐμοῦ· πάντας γὰρ λέγειν ὡς χρήματα ἔχω παρὰ Φιλίππου.
145 εὖ δʼ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι πλεῖστον διαφέρει φήμη καὶ συκοφαντία. φήμη μὲν γὰρ οὐ κοινωνεῖ διαβολῇ, διαβολὴ δὲ ἀδελφόν ἐστι συκοφαντία. συκοφαντίᾳ Herwerden: συκοφαντία or καὶ συκοφαντία MSS. διοριῶ δʼ αὐτῶν ἑκάτερον ἐγὼ σαφῶς. φήμη μέν ἐστιν, ὅταν τὸ πλῆθος τῶν πολιτῶν αὐτόματον ἐκ μηδεμιᾶς προφάσεως λέγῃ τινὰ ὡς γεγενημένην πρᾶξιν· συκοφαντία δʼ ἐστίν, ὅταν πρὸς τοὺς πολλοὺς εἷς ἀνὴρ αἰτίαν ἐμβαλών, ἔν τε ταῖς ἐκκλησίαις ἁπάσαις πρός τε τὴν βουλὴν διαβάλλῃ τινά. καὶ τῇ μὲν φήμῃ δημοσίᾳ θύομεν ὡς θεῷ, τῶν δὲ συκοφαντῶν ὡς κακούργων δημοσίᾳ προβολὰς ποιούμεθα. μὴ οὖν σύναγε εἰς ταὐτὸν τὰ κάλλιστα τοῖς αἰσχίστοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme