Thesauros Literature Oratory Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
141 Ὀρχομενίων δὲ περιφόβων ὄντων καὶ σπονδὰς τοῖς σώμασιν αἰτησάντων, ὥστε ἀπελθεῖν ἐκ τῆς Βοιωτίας, παρεστηκότων μὲν τῶν Θηβαίων πρέσβεων, ὑπολειπομένης δʼ ἔχθρας φανερᾶς Φιλίππῳ πρὸς Θηβαίους καὶ Θετταλούς, τότε ἀπώλοντο αἱ πράξεις οὐ διʼ ἐμέ, ἀλλὰ διὰ τὴν προδοσίαν καὶ τὴν πρὸς Θηβαίους προξενίαν. μεγάλα δʼ οἶμαι τούτων ἔργῳ ἔργῳ Blass: ἐγὼ MSS. σημεῖα ἐπιδείξειν.
142 εἰ γάρ τι τούτων ἀληθὲς ἦν ὧν σὺ λέγεις, κατηγόρουν ἄν μου Βοιωτῶν καὶ Φωκέων οἱ φεύγοντες, ὧν τοὺς μὲν ἐξεβεβλήκειν, τοὺς δʼ ἐκώλυσα κατελθεῖν· νῦν δʼ οὐχὶ τὰ συμβάντα λογιζόμενοι, ἀλλὰ τὴν εὔνοιαν τὴν ἐμὴν ἀποδεχόμενοι, συλλεγέντες οἱ φεύγοντες Βοιωτῶν ᾕρηνταί μοι συνηγόρους, ἥκουσι δʼ ἀπὸ τῶν ἐν Φωκεῦσι πόλεων πρέσβεις, οὓς ἐγὼ τὴν τρίτην πρεσβείαν τὴν τὴν added by Franke. ἐπὶ τοὺς Ἀμφικτύονας πρεσβεύων ἔσωσα, Οἰταίων ἐγχειρούντων λέγειν ὡς δεῖ τοὺς ἡβῶντας ὠθεῖν κατὰ τοῦ κρημνοῦ, καὶ παρήγαγον εἰς τοὺς Ἀμφικτύονας, ὥστε ἀπολογίας τυχεῖν. ὁ μὲν γὰρ Φάλαικος Φάλαικος Dobree: Φάλαικος τύραννος (orὁ τύραννος) MSS. ὑπόσπονδος ἀφεῖτο, οἱ δὲ ἀναίτιοι ἀποθνῄσκειν ἔμελλον, συναγορεύοντος δʼ ἐμοῦ διεσώθησαν.
143 ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι Μνάσωνα τὸν Φωκέα καὶ τοὺς συμπρέσβεις, καὶ τοὺς ἀπὸ τῆς τῶν Βοιωτῶν φυγῆς ᾑρημένους. ἀνάβηθι δεῦρο, Λίπαρε καὶ Πυθίων, καὶ τὴν αὐτὴν ἀπόδοτέ μοι χάριν εἰς τὴν τοῦ σώματος σωτηρίαν, ἥνπερ ἐγὼ ὑμῖν.
143 Συνητοπία Βοιωτῶν καὶ Φωκέων
143 πῶς οὖν οὐκ ἂν δεινὰ πάθοιμι, εἰ κατηγοροῦντος μὲν Δημοσθένους τοῦ Θηβαιων προξένου καὶ πονηροτάτου τῶν Ἑλλήνων, συναγορευόντων δέ μοι Φωκέων καὶ Βοιωτῶν ἁλοίην;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme