134
κἀνταῦθα οὔπω διελέλυσθε Φιλίππῳ, ἀλλʼ ἐν τῇ αὐτῇ ἡμέρᾳ περί τε τῆς εἰρήνης ἐβουλεύεσθε, καὶ τῆς ἐπιστολῆς ἠκούετε τῆς Προξένου, ὅτι Φωκεῖς οὐ παραδεδώκασιν αὐτῷ τὰ χωρία, καὶ οἱ τὰ μυστήρια ἐπαγγέλλοντες ἐπαγγέλλοντες Baiter and Sauppe: ἀπαγγέλλοντες MSS. μόνους τῶν ἄλλων Ἑλλήνων ἀπέφαινον ἀπέφαινον Blass: ἀπέφηναν MSS. Φωκέας οὐ δεδεγμένους τὰς σπονδάς, ἀλλὰ καὶ τοὺς δεῦρο ἐληλυθότας πρέσβεις δεδεκότας. ὅτι δὲ ἀληθῆ λέγω, κάλει μοι τοὺς σπονδοφόρους, καὶ τοὺς παρὰ Προξένου τοῦ στρατηγοῦ πρεσβεύσαντας εἰς Φωκέας, Καλλικράτην καὶ Μεταγένην, καὶ τῆς ἐπιστολῆς ἀκούσατε τῆς Προξένου.
135
Μαρτυρίαι. Ἐπιστολή
135
ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν χρόνων παραναγιγνωσκομένων ἐκ τῶν δημοσίων γραμμάτων, καὶ τῶν μαρτύρων ὑμῖν προσδιαμαρτυρούντων, προσδιαμαρτυρούντων Hamaker: προσδιαμαρτυρησάντων MSS. ὅτι πρὶν ἐμὲ χειροτονηθῆναι πρεσβευτήν, Φάλαικος ὁ τῶν Φωκέων τύραννος ἡμῖν μὲν καὶ Λακεδαιμονίοις ἠπίστει, Φιλίππῳ δʼ ἐπίστευεν.