Thesauros Literature Oratory Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
132 τρίτον δʼ αὐτοὺς καθεῖλεν ἡ τοῖς ἀπορουμένοις στρατοπέδοις συνήθως παρακολουθοῦσα στάσις, τέταρτον δʼ ἡ Φαλαίκου περὶ τῶν μελλόντων ἔσεσθαι πραγμάτων ἄγνοια. ἡ μὲν γὰρ Θετταλῶν καὶ Φιλίππου στρατεία πρόδηλος ἦν, οὐ πολλῷ δὲ χρόνῳ πρότερον πρὶν τὴν πρὸς ὑμᾶς εἰρήνην γενέσθαι, πρέσβεις πρὸς ὑμᾶς ἦλθον ἐκ Φωκέων, βοηθεῖν αὑτοῖς κελεύοντες, καὶ ἐπαγγελλόμενοι παραδώσειν Ἀλπωνὸν καὶ Θρόνιον καὶ Νικαιαν, τὰ τῶν παρόδων τῶν εἰς Πύλας χωρία κύρια.
133 ψηφισαμένων δʼ ὑμῶν παραδοῦναι Προξένῳ τῷ στρατηγῷ τοὺς Φωκέας ταῦτα τὰ χωρία, καὶ πεντήκοντα πληροῦν τριήρεις, καὶ τοὺς μέχρι τετταράκοντα ἐτῶν ἐτῶν Blass: ἔτη γεγονότας MSS. ἐξιέναι, ἀντὶ τοῦ παραδοῦναι τὰ χωρία Προξένῳ, ἔδησαν οἱ τύραννοι τοὺς πρέσβεις τοὺς ἐπηγγελμένους ἐπηγγελμένους Hamaker: ἐπαγγελλομένους or ἐπαγγειλαμένους MSS. ὑμῖν παραδώσειν τὰ φυλακτήρια, καὶ τοῖς σπονδοφόροις τοῖς τὰς μυστηριώτιδας σπονδὰς ἐπαγγέλλουσι μόνοι τῶν Ἑλλήνων Φωκεῖς οὐκ ἐσπείσαντο. καὶ πάλιν Ἀρχιδάμου τοῦ Λάκωνος παραλαμβάνειν ὄντος ἑτοίμου τὰ χωρία καὶ φυλάττειν, οὐκ ἐπείσθησαν, ἀλλʼ ἀπεκρίναντο αὐτῷ τὰ τῆς Σπάρτης δεινὰ δεδιέναι καὶ μὴ τὰ παρʼ αὑτοῖς. αὑτοῖς Markland: αὐτοῖς MSS.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme