Thesauros Literature Oratory Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας

Περὶ τῆς παραπρεσβείας Aeschines
62 τῶν μὲν ψηφισμάτων ἀμφοτέρων ἀκηκόατε, The MSS. have ὦ Ἀθηιαῖοι before or after the verb: Weidner omits. ὑφʼ ὧν ἐξελέγχεται Δημοσθένης τὰς ἀποδημούσας πρεσβείας ἐπιδημεῖν φάσκων, καὶ βουλομένων ὑμῶν ἀκροάσασθαι, τὸ τῶν συμμάχων ἄκυρον πεποιηκὼς δόγμα. οἱ μὲν γὰρ ἀπεφήναντο ἀναμεῖναι ἀναμεῖναι Cobet: the MSS. have ἀναμεῖναι τὴν πόλιν (one has τῇ πόλει). τὰς Ἑλληνικὰς πρεσβείας, Δημοσθένης δὲ οὐ λόγῳ μόνον κεκώλυκε περιμεῖναι, ὁ πάντων αἴσχιστα καὶ τάχιστα μετατιθέμενος, ἀλλʼ ἔργῳ καὶ ψηφίσματι, προστάξας ἤδη βεβουλεῦσθαι.
63 εἴρηκε δὲ ὡς ἐν τῇ προτέρᾳ τῶν ἐκκλησιῶν δημηγορήσαντος Φιλοκράτους, ὕστερον ἀναβὰς ἐγὼ κατεμεμψάμην ἣν εἰσηγεῖτο ἐκεῖνος εἰρήνην, αἰσχρὰν καὶ τῆς πόλεως ἀναξίαν εἶναι φάσκων, τῇ δʼ ὑστεραίᾳ πάλιν πάλιν Cobet: πάλιν ἡμέρα MSS. ὡς συναγορεύοιμι τῷ Φιλοκράτει, καὶ τὴν ἐκκλησίαν εὐημερήσας οἰχοίμην οἰχοίμην Blass: ᾠχόμην MSS. φέρων, πείθων ὑμᾶς μὴ προσέχειν τοῖς τὰς μάχας καὶ τὰ τῶν προγόνων λέγουσι τρόπαια, μηδὲ τοῖς Ἕλλησι βοηθεῖν.
64 ὅτι δʼ οὐ ψευδῆ μόνον κατηγόρηκεν, ἀλλὰ καὶ ἀδύνατα γενέσθαι, μίαν μὲν αὐτὸς καθʼ αὑτοῦ αὑτοῦ Cobet: αὑτοῦ Δημοσθένης MSS. μαρτυρίαν μαρτυρήσει, ἑτέραν δὲ πάντες Ἀθηναῖοι καὶ ὑμεῖς ἀναμιμνῃσκόμενοι, τρίτην δὲ ἡ τῆς αἰτίας ἀπιθανότης, τετάρτην δὲ ἀνὴρ ἀξιόλογος, εἷς τῶν πολιτευομένων, Ἀμύντωρ, ᾧ ψήφισμα ψήφισμα Blass: τὸ ψήφισμα MSS. ἐπεδείξατο Δημοσθένης καὶ ἀνεκοινοῦτο, εἰ δῷ τῷ γραμματεῖ, οὐχ ὑπεναντία, ὑπεναντία Blass: ὑπεναντίαν or ὑπεναντίον MSS. ἀλλὰ ταὐτὰ ταὐτὰ Blass: ταὐτὸν MSS. γεγραφὼς Φιλοκράτει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme