58
ἃς πρεσβειῶν ἃς Dobree: πρέσβεων οὓς MSS. ἐξεπέμψατε εἰς τὴν Ἑλλάδα ἔτι τοῦ πολέμου τοῦ πρὸς Φίλιππον ὑμῖν ἐνεστηκότος, οἱ μὲν χρόνοι τῆς αἱρέσεως αἱρέσεως Dobree: αἱρέσεως ὅτε ἐξεπέμφθησαν MSS. καὶ τὰ τῶν πρεσβευσάντων ὀνόματα ἐν τοῖς δημοσίοις ἀναγέγραπται γράμμασι, τὰ δὲ σώματά ἐστιν αὐτῶν οὐκ ἐν Μακεδονίᾳ, ἀλλʼ Ἀθήνησι· ταῖς δὲ ξενικαῖς πρεσβείαις ἡ βουλὴ τὰς εἰς τὸν δῆμον προσόδους προβουλεύει· οὗτος δʼ ἐφεστάναι τὰς ἀπὸ τῶν Ἑλλήνων φησὶ πρεσβείας.
59
παρελθὼν τοίνυν, Δημόσθενες, ἐπὶ τὸ βῆμα τοῦτο ἐν τῷ ἐμῷ λόγῳ, εἰπὲ πόλεως ἧστινος βούλει τῶν Ἑλληνίδων τοὔνομα ἐξ ἧς ἀφῖχθαι τότε φῂς τοὺς πρέσβεις· καὶ τὰ προβουλεύματα αὐτῶν ἐκ τοῦ βουλευτηρίου δὸς ἀναγνῶναι, καὶ τοὺς Ἀθηναίων κάλει πρέσβεις, οὓς ἐξέπεμψαν ἐπὶ τὰς πόλεις, μάρτυρας. κἂν παρεῖναι καὶ μὴ ἀποδημεῖν, ὅτε ἡ πόλις τὴν εἰρήνην ἐποιεῖτο, μαρτυρήσωσιν, ἢ τὰς πρὸς τὴν βουλὴν αὐτῶν προσόδους καὶ τὰ ψηφίσματα ἂν παράσχῃ ἐν ᾧ σὺ φῂς ὄντα χρόνῳ, καταβαίνω καὶ θανάτου τιμῶμαι.