Thesauros Literature Oratory Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου Aeschines
114 ὥστʼ εὐθὺς ἐπὶ ταῖς ταῖς Sauppe: ταῖς ἐν τοῖς δήμοις or ταῖς δημοσλαις MSS. διαψηφίσεσι δισχιλίας δραχμὰς ἔλαβε. φήσας γὰρ Φιλωτάδην τὸν Κυδαθηναιᾶ, ἕνα τῶν πολιτῶν. ἀπελεύθερον εἶναι ἑαυτοῦ, καὶ πείσας ἀποψηφίσασθαι τοὺς δημότας, ἐπιστὰς τῇ κατηγορίᾳ ἐπὶ τοῦ δικαστηρίου, καὶ λαβὼν εἰς τὴν ἑαυτοῦ χεῖρα τὰ ἱερά, καὶ ὀμόσας μὴ λαβεῖν δῶρα μηδὲ λήψεσθαι, καὶ ἐπομόσας τοὺς ὁρκίους θεοὺς καὶ ἐξώλειαν ἐξώλειαν Baiter: τὴν ἐξώλειαν MSS. ἐπαρασάμενος ἑαυτῷ,
115 εἰληφὼς ἠλέγχθη παρὰ Λευκωνίδου τοῦ Φιλωτάδου κηδεστοῦ διὰ Φιλήμονος τοῦ ὑποκριτοῦ εἴκοσι μνᾶς, ἃς ἐν ὀλίγῳ χρόνῳ πρὸς Φιλοξένην ἀνήλωσε τὴν ἑταίραν, καὶ προὔδωκε τὸν ἀγῶνα, καὶ τὸν ὅρκον ἐπιώρκησεν. ὅτι δʼ ἀληθῆ λέγω, κάλει μοι Φιλήμονα τὸν δόντα τὸ ἀργύριον Weidner deletes Τιμάρχῳ which the MSS. have before or after τὸ ἀργύριον. καὶ Λευκωνίδην τὸν Φιλωτάδου κηδεστήν, καὶ τῶν συνθηκῶν ἀνάγνωθι τὰ ἀντίγραφα, καθʼ ἃς τὴν πρᾶσιν ἐποιήσατο τοῦ ἀγῶνος.
116 Μαρτυρίαι.Συνθῆκαι

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme