Thesauros Literature Oratory Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου

Κατὰ Τιμάρχου Aeschines
97 τούτῳ γὰρ κατέλιπεν ὁ πατὴρ οὐσίαν, ἀφʼ ἧς ἕτερος μὲν κἂν κἂν Cobet: ἂν καὶ or ἂν MSS. ἐλῃτούργει, οὗτος δὲ οὐδʼ αὑτῷ διαφυλάξαι ἐδυνήθη· οἰκίαν μὲν ὄπισθεν τῆς πόλεως, ἐσχατιὰν δὲ Σφηττοῖ, Ἀλωπεκῆσι δʼ ἕτερον χωρίον, χωρὶς δὲ οἰκέτας δημιουργοὺς τῆς σκυτοτομικῆς τέχνης ἐννέα ἢ δέκα, ὧν ἕκαστος τούτῳ δύʼ ὀβολοὺς ἀποφορὰν ἔφερε τῆς ἡμέρας, ὁ δʼ ἡγεμὼν τοῦ ἐργαστηρίου τριώβολον· ἔτι δὲ πρὸς τούτοις γυναῖκα ἀμόργινα ἐπισταμένην ἐργάζεσθαι καὶ ἔργα λεπτὰ εἰς τὴν ἀγορὰν ἐκφέρουσαν, καὶ ἄνδρα ποικιλτήν, καὶ ὀφείλοντάς τινας αὐτῷ ἀργύριον, καὶ ἔπιπλα.
98 καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, ἐνταῦθα μέντοι νὴ Δία σαφῶς πάνυ καὶ διαρρήδην ἐγὼ μαρτυροῦντας ὑμῖν τοὺς μάρτυρας παρέξομαι· οὐδεὶς γὰρ κίνδυνος, ὥσπερ ἐκεῖ, οὐδʼ αἰσχύνη πρόσεστιν οὐδεμία τῷ τἀληθῆ μαρτυροῦντι. τὴν μὲν γὰρ οἰκίαν τὴν ἐν ἄστει ἀπέδοθʼ οὗτος Ναυσικράτει τῷ κωμικῷ ποιητῇ, ὕστερον δʼ αὐτὴν ἐπρίατο παρὰ τοῦ Ναυσικράτους εἴκοσι μνῶν Κλεαίνετος ὁ χοροδιδάσκαλος· τὴν δʼ ἐσχατιὰν ἐπρίατο παρʼ αὐτοῦ Μνησίθεος ὁ Μυρρινούσιος, τόπον μὲν πολύν, δεινῶς δʼ ἐξηγριωμένον ὑπὸ τούτου·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme