Thesauros Literature Oratory Υπὲρ Εὐφιλήτου

Υπὲρ Εὐφιλήτου

Υπὲρ Εὐφιλήτου Isaeus ca. 420-ca. 350 B.C
10 πρὸς τούτοις τοίνυν, ὦ ἄνδρες δικασταί, ἐγὼ ἐτύγχανον μὲν τρισκαιδεκαέτης ὤν, ὥσπερ καὶ πρότερον εἶπον, ὅτε οὗτος ἐγένετο, ἕτοιμος δʼ εἰμὶ ὀμόσαι ἦ μὴνἧ μὴνSylburg: ὑμῖνF M. Εὐφίλητον τουτονὶ ἀδελφὸν εἶναι ἐμαυτοῦ ὁμοπάτριον. ὥστε, ὦ ἄνδρες δικασταί, δικαίως ἂν καὶ τοὺς ἡμετέρους ὅρκους πιστοτέρους νομίζοιτε ἢ τοὺς τούτων λόγους· ἡμεῖς μὲν γὰρ ἀκριβῶς εἰδότες ὀμόσαι περὶ αὐτοῦ θέλομεν, οὗτοι δὲ ταῦτα ἀκηκοότες παρὰ τῶν τούτου διαφόρων ἢ αὐτοὶ πλάττοντες λέγουσι.
11 πρὸς δὲ τούτοις, ὦ ἄνδρες δικασταί, ἡμεῖς μὲν τοὺς συγγενεῖς μάρτυρας καὶ ἐπὶ τῶν διαιτητῶν καὶ ἐφʼ ὑμῶν παρεχόμεθα, οἷς οὐκ ἄξιον ἀπιστεῖν· οὗτοι δέ, ἐπειδὴ ἔλαχεν ὁ Εὐφίλητος τὴν δίκην τὴν προτέραν τῷ κοινῷ τῶν δημοτῶν καὶ τῷ τότε δημαρχοῦντι, ὃς νῦν τετελεύτηκε, δύο ἔτη τοῦ διαιτητοῦ τὴν δίαιταν ἔχοντος οὐκ ἐδυνήθησαν οὐδεμίαν μαρτυρίαν εὑρεῖν ὡς οὑτοσὶ ἄλλου τινὸς πατρός ἐστιν ἢ τοῦ ἡμετέρου. τοῖς δὲ διαιτῶσι μέγιστα 〈ταῦτα〉ταῦταadd. Reiske. σημεῖα ἦν τοῦ ψεύδεσθαι τούτους, καὶ κατεδιῄτησαν αὐτῶν ἀμφότεροι. καί μοι λαβὲλαβὲReiske: λάβετεF M. τῆς προτέρας διαίτης τὴν μαρτυρίαν.
12 Μαρτυρία

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme