Thesauros Literature Oratory Περὶ τοῦ Ἀστυφίλου κλήρου

Περὶ τοῦ Ἀστυφίλου κλήρου

Περὶ τοῦ Ἀστυφίλου κλήρου Isaeus ca. 420-ca. 350 B.C
4 ἐπεὶ δʼ ἐκομίσθη τὰ ὀστᾶ τοῦ ἀδελφοῦ, ὁ μὲν προσποιούμενος πάλαι ὑὸς εἰσπεποιῆσθαι οὐ προὔθετο οὐδʼ ἔθαψεν, οἱ δὲ φίλοι Ἀστυφίλου καὶ οἱ συστρατιῶται, ὁρῶντες τὸν πατέρα τὸν ἐμὸν ἀρρωστοῦντα, ἐμὲ δὲ οὐκ ἐπιδημοῦντα, αὐτοὶ καὶ προὔθεντο καὶ τἆλλα πάντα τὰ νομιζόμενα ἐποίησαν καὶ τὸν ἐμὸν πατέρα ἀσθενοῦντα ἐπὶ τὸ μνῆμα ἤγαγον, εὖ εἰδότες ὅτι ἀσπάζοιτο αὐτὸν Ἀστύφιλος. τούτου δʼ ὑμῖν αὐτοὺς τοὺς ἐπιτηδείους τοὺς ἐκείνου μάρτυρας παρέξομαι τῶν παρόντων.
5 Μάρτυρες
5 ὅτι μὲν οὐκ ἔθαψε Κλέων Ἀστύφιλον, οὐδʼ 〈ἂν〉ἸφιστιάδῃThalheim: ἡφαιστίδῃ. αὐτὸς ἔξαρνος γένοιτο μεμαρτύρηταί τε ὑμῖν· ἐπειδὴ δʼ ἐπεδήμησα ἐγὼ καὶ ᾐσθόμην καρπουμένους τούτους τὰ ἐκείνου, ὁ [δὲ] ὑὸς αὐτοῦ ποιηθείη ὑπὸ Ἀστυφίλου, καὶ τούτων διαθήκας καταλίποι παρὰ Ἱεροκλεῖ Ἰφιστιάδῃ. ἀκούσας δʼ ἐγὼ λέγοντος αὐτοῦ ταῦτα ἐπορευόμην παρὰ τὸν Ἱεροκλέα, εὖ μὲν εἰδὼς ὅτι ὡς οἷόν τε μάλιστα ἐπιτήδειος εἴη Κλέωνι,
6 οὐχ ἡγούμενος δʼ ἂν αὐτὸν τολμῆσαί τι ψεύσασθαι κατὰ Ἀστυφίλου τετελευτηκότος, καὶ ταῦτα θεῖον ὄντα καὶ ἐμοῦ καὶ ἐκείνου. ὅμως δέ, ὦ ἄνδρες, οὐδὲν τούτων ὑπολογισάμενος ὁ Ἱεροκλῆς ἐρωτώμενος ὑπʼ ἐμοῦ ἀπεκρίνατό μοι ὅτι ἔχοι τὰς διαθήκας· λαβεῖν δὲ ἔφη αὐτὰς παρὰ Ἀστυφίλου, ὅτε εἰς Μυτιλήνην ἔμελλεν ἐκεῖνος ἐκπλεῖν. ὡς δὲ ταῦτʼ ἔλεγεν, ἀνάγνωθί μοι ταύτην τὴν μαρτυρίαν [ὅτι Ἱεροκλῆς ἀπεκρίνατο].
7 Μαρτυρία

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme