Thesauros Literature Oratory Περὶ τοῦ Κίρωνος κλήρου

Περὶ τοῦ Κίρωνος κλήρου

Περὶ τοῦ Κίρωνος κλήρου Isaeus ca. 420-ca. 350 B.C
42 καταπλήξας δὲ ταῖς αὑτοῦ βδελυρίαις προσαφῄρηται τὸν ὑὸν αὐτῆςαὐτῆςRauchenstein: οῦ. τὴν οὐσίαν ἐπιτροπεύσας, καὶ κατέχει τὸν ἀγρόν, φελλέα [χωρία ἄττα] δὲ ἐκείνῳ δέδωκε. καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, δεδίασι μὲν αὐτόν, ἴσως δʼ ἄν μοι καὶ μαρτυρῆσαι ἐθελήσειαν· εἰ δὲ μή, τοὺς εἰδότας παρέξομαι μάρτυρας. καί μοι κάλει δεῦρο αὐτοὺς πρῶτον.
43 Μάρτυρες
43 οὕτω τοίνυν ἀσελγὴς ὢν καὶ βίαιος καὶ τὴν τῶν ἀδελφῶν οὐσίαν ἀπεστερηκὼς οὐκ ἀγαπᾷ τὰ ἐκείνων ἔχων, ἀλλʼ ὅτι δίκην οὐδεμίαν αὐτῶν δέδωκεν, ἥκει καὶ τὰ τοῦ πάππου χρήματα ἡμᾶς ἀποστερήσων, καὶ τούτῳ δύο μνᾶς (ὡς ἀκούομεν) μόνας δεδωκὼς οὐ μόνον περὶ χρημάτων ἡμᾶς ἀλλὰ καὶ περὶ τῆς πατρίδος εἰς κινδύνους καθίστησιν. ἐὰν γὰρ ἐξαπατηθῆτε ὑμεῖς πεισθέντες ὡς ἡ μήτηρ ἡμῶν οὐκ ἦν πολῖτις, οὐδʼ ἡμεῖς ἐσμεν· μετʼ Εὐκλείδην γὰρ ἄρχοντα γεγόναμεν. ἆρα περὶ μικρῶν τινῶν ἡμῖν τὸν ἀγῶνα κατεσκεύακε; καὶ ζῶντος μὲν τοῦ πάππου καὶ τοῦ πατρὸς οὐδεμίαν αἰτίαν εἴχομεν, ἀλλʼ ἀναμφισβήτητοι τὸν ἅπαντα χρόνον διετελέσαμεν·
44 ἐπειδὴ δʼ ἐκεῖνοι τετελευτήκασι, κἂν νῦν νικήσωμεν, ὄνειδος ἕξομεν, διότι ἠμφισβητήθημεν, διὰ τὸν Ὀρέστην τοῦτον τὸν κακῶς ἀπολούμενον, ὃς μοιχὸς ληφθεὶς καὶ παθὼν ὅ τι προσήκει τοὺς τὰ τοιαῦτα ποιοῦντας οὐδʼ ὣς ἀπαλλάττεται τοῦ πράγματος, ὡς οἱ συνειδότες καταμαρτυροῦσι. τοῦτον μὲν οὖν, οἷός ἐστι, καὶ νῦν ἀκούετε καὶ αὖθις ἀκριβέστερον πεύσεσθε, ὅταν κατʼ αὐτοῦ τὴν δίκην ἡμεῖς εἰσίωμεν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme