31
ἐκείνῳ δὲ πρόδηλον ἦν ὅτι εἰ καταλείψει τὸν κλῆρον ἐπὶ τούτοις, ἔρημον ποιήσει τὸν οἶκον, τί προορῶντι; ταύτας τὰς ἀδελφὰς τὸν μὲν Ἀπολλοδώρου τοῦ ἀδελφοῦ κλῆρον ἐχούσας, ἐκείνῳ δʼ οὐκ εἰσποιούσας ὄντων αὐταῖς παίδων, καὶ τοὺς μὲν ἄνδρας αὐτῶν τὴν γῆν, ἣν ἐκεῖνος κατέλιπε, καὶ τὰ κτήματα πέντε ταλάντων πεπρακότας καὶ τὸ ἀργύριον διανειμαμένους, τὸν δὲ οἶκον αἰσχρῶς οὕτω καὶ δεινῶς ἐξηρημωμένον.
32
ὃς δὴ ταῦτʼ ᾔδει τὸν τούτων ἀδελφὸν πεπονθότα, πῶς ἂν προσεδόκησεν αὐτός, εἰ καὶ φίλος ἦν, τυχεῖν τῶν νομιζομένων ὑπʼ αὐτῶν, ἀνεψιὸς ὢν ἀλλʼ οὐκ ἀδελφὸς αὐταῖς; οὐκ ἐνῆν ἐλπίσαι δήπουθεν. ἀλλὰ μὴν ὅτι ἄπαιδα ἐκεῖνον περιεωράκασι καὶ τὰ χρήματα ἔχουσι καὶ οἶκον ἐκ τοῦ φανεροῦ τριηραρχοῦντα ἀνῃρήκασι, κάλει μοι καὶ τούτων τοὺς μάρτυρας.
33
Μάρτυρες
33
εἰ τοίνυν καὶ τοιοῦτοι τὰς φύσεις περὶ ἀλλήλους εἰσὶ καὶ ἔχθραι πρὸς Ἀπολλόδωρον τὸν ἐμὲ ποιησάμενον ὑπῆρχον αὐτοῖςαὐτοῖςReiske: αὐταῖς. τηλικαῦται τὸ μέγεθος, τί βέλτιον ἂν ἔπραξεν ἢ ταῦτα βουλευσάμενος ἅπερ ἐποίησεν; εἰ νὴ Δία παιδίον ἐποιήσατο λαβὼν παρά του τῶνπαρά του τῶνReiske: παρὰ τούτων. φίλων ὄντων, καὶ τούτῳ τὴν οὐσίαν ἔδωκεν; ἀλλὰ [καὶ] τοῦτʼ ἦν ἄδηλον καὶ τοῖς γεννήσασιν, εἴτε σπουδαῖον εἴτε μηδενὸς ἄξιον ἔμελλεν ἔσεσθαι, διὰ τὴν ἡλικίαν.