Thesauros Literature Oratory Περὶ τοῦ Δικαιογένους κλήρου

Περὶ τοῦ Δικαιογένους κλήρου

Περὶ τοῦ Δικαιογένους κλήρου Isaeus ca. 420-ca. 350 B.C
20 καίτοι εἰ μὴ ἐναντίον μὲν τῶν δικαστῶν, πεντακοσίων ὄντων, ἐναντίον δὲ τῶν περιεστηκότων ἠγγυᾶτο, οὐκ οἶδʼ ὅ τι ἂν ἐποίησεν. ὡς μὲν τοίνυν περιφανῶς ψεύδονται, μάρτυρας ὑμῖν παρεχόμεθα τοὺς παρόντας, ὅτε Δικαιογένης μὲν ἀφίστατο τοῖν δυοῖν μεροῖν τοῦ κλήρου καὶ ὡμολόγει ἀναμφισβήτητα παραδώσειν ταῖς Δικαιογένους ἀδελφαῖς, Λεωχάρης δὲ ἠγγυᾶτο αὐτὸν ἃ ὡμολόγησε καὶ ποιήσειν. δεόμεθα δὲ καὶ ὑμῶν, ὦ ἄνδρες, εἴ τις ἐτύγχανε παρὼν τότε, ἀναμνησθῆναι εἰ λέγομεν ἀληθῆ καὶ βοηθῆσαι ἡμῖν·
21 ἐπεί, ὦ ἄνδρες, εἰ Δικαιογένης ἀληθῆ λέγει, τί ἡμεῖς ὠφελούμεθα νικήσαντες, ἢ τί οὗτος ἐζημιώθη ἡττηθείς; εἰ γὰρ ἀπέστη μόνον (ὥς φησι) τοῖν δυοῖν μεροῖν τοῦ κλήρου, ἀναμφισβήτηταἀναμφισβήτηταSchoemann: -ον. δὲ μὴ ὡμολόγει παραδώσειν, τί ἐζημιοῦτο ἀφιστάμενος ὧν τιμὴν εἶχεν; οὐδὲ γὰρ πρὶν ἡττηθῆναι τὴν δίκην εἶχεν ὧν ἡμεῖς δικαζόμεθα, ἀλλʼ οἱ παρὰ τούτου πριάμενοι καὶ θέμενοι, οἷς ἔδει αὐτὸν ἀποδόντα τὴν τιμὴν ἡμῖν τὰ μέρη ἀποδοῦναι.
22 διὰ ταῦτα γὰρ καὶ τοὺς ἐγγυητὰς παρʼ αὐτοῦ ἐλάβομεν, οὐ πιστεύοντες αὐτῷ ἃ ὡμολόγησε ποιήσειν. πλὴν γὰρ δυοῖν οἰκιδίοιν ἔξω τείχους καὶ ἐν Πεδίῳ ἑξήκοντα πλέθρων οὐδὲν κεκομίσμεθα, ἀλλʼ οἱ παρὰ τούτου θέμενοι καὶ πριάμενοι. ἡμεῖς δʼ οὐκ ἐξάγομεν· δέδιμενδέδιμενCobet: δεδίαμεν. γὰρ μὴ ὄφλωμεν δίκας. καὶ γὰρ Μικίωνα,ΜικίωναReiske: μηκίωνα. κελεύοντος Δικαιογένους καὶ φάσκοντος 〈οὐ〉οὐadd. Wyse. βεβαιώσειν, ἐξάγοντεςἐξάγοντεςAldus: -ος. ἐκ τοῦ βαλανείου ὤφλομεν τετταράκοντα μνᾶς διὰ Δικαιογένην, ὦ ἄνδρες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme