5
Μενεξένῳ γὰρ τῷ ἡμετέρῳ πάππῳ ἐγένετο ὑὸς μὲν εἷς, Δικαιογένης, θυγατέρες δὲ τέτταρες, ὧν ἔλαβε μίαν μὲν ΠολυάρατοςΠολυάρατοςReiske: πολύαρτας. ὁ πατὴρ ὁ ἐμός, ἄλλην δὲ Δημοκλῆς ὁ Φρεάρριος, τὴν δὲ Κηφισοφῶν ὁ Παιανιεύς· ἡ δὲ 〈τετάρτη〉δ́ (τετάρτη)add. Kaibel. Θεοπόμπῳ ἐγήματο τῷ ΚηφισοδότουΚηφισοδότουStephanus: -σιοδότον. πατρί.
6
καὶ ὁ μὲν Δικαιογένης, τριήραρχος ἐκπλεύσας τῆς Παράλου, ἐτελεύτησε μαχόμενος ἐν Κνίδῳ· ἀποθανόντος δʼ αὐτοῦ ἄπαιδος διαθήκην ἀπέφηνε Πρόξενος ὁ Δικαιογένους 〈τουδὶ〉τουδὶadd. Dobree. πατήρ, ᾗ πιστεύσαντες οἱ ἡμέτεροι πατέρες ἐνείμαντο τὸν κλῆρον. καὶ ἐπὶ μὲν τῷ τρίτῳ μέρει τοῦ κλήρου Δικαιογένης ὅδε τῷ Μενεξένου Δικαιογένει, ἡμετέρῳ δὲ θείῳ, ὑὸς ἐγίγνετο ποιητός· τῶν δὲ λοιπῶν ἑκάστη τὸ μέρος ἐπεδικάσατο τῶν Μενεξένου θυγατέρων. ὧν ἐγὼ τοὺς τότε παρόντας ὑμῖν μάρτυρας παρέξομαι.
7
〈Μάρτυρες〉
7
ἐπειδὴ δὲ ἐνείμαντο τὸν κλῆρον, ὀμόσαντες μὴ παραβήσεσθαι τὰ ὡμολογημένα, ἐκέκτητο ἕκαστος δώδεκα ἔτη ἃ ἔλαχε· καὶ ἐν τοσούτῳ χρόνῳ οὐσῶν δικῶν οὐδεὶς αὐτῶν ἠξίωσε τὰ πεπραγμένα εἰπεῖν ἀδίκως πεπρᾶχθαι, πρὶν δυστυχησάσης τῆς πόλεως καὶ στάσεως γενομένης Δικαιογένης οὑτοσὶ πεισθεὶς ὑπὸ Μέλανος τοῦ Αἰγυπτίου, ᾧ περ καὶ τἆλλα ἐπείθετο, ἠμφισβήτει ἡμῖν ἅπαντος τοῦ κλήρου, φάσκων ἐφʼ ὅλῃἐφ’ ὅλῃAldus: ἐφ’ ὅλον. ποιηθῆναι ὑὸς ὑπὸ τοῦ θείου τοῦ ἡμετέρου.