Thesauros Literature Oratory Περὶ τοῦ Δικαιογένους κλήρου

Περὶ τοῦ Δικαιογένους κλήρου

Περὶ τοῦ Δικαιογένους κλήρου Isaeus ca. 420-ca. 350 B.C
42 ἔτι δʼ ἐν ἀκροπόλει ἀπαρχὰς τῶν ὄντων ἀναθέντες πολλοῖς, ὡς ἀπὸ ἰδίας κτήσεως, ἀγάλμασι χαλκοῖς καὶ λιθίνοις κεκοσμήκασι τὸ ἱερόν. αὐτοὶ δʼ ὑπὲρ τῆς πατρίδος πολεμοῦντες ἀπέθανον, Δικαιογένης μὲν ὁ Μενεξένου τοῦ ἐμοῦ πάππου πατὴρ στρατηγῶν ὅτε ἡ ἐν Ἐλευσῖνι μάχη ἐγένετο, Μενέξενος δʼ ὁ ἐκείνου ὑὸς φυλαρχῶν τῆς ὈλυνθίαςὈλυνθίαςPalmer: Ὀλυσίας. ἐν Σπαρτώλῳ, Δικαιογένης δὲ ὁ Μενεξένου τριηραρχῶν τῆς Παράλου ἐν Κνίδῳ.
43 τὸν μὲν τούτωντούτωνWyse: τοῦτον. οἶκον σύ, ὦ Δικαιόγενες, παραλαβὼν κακῶς καὶ αἰσχρῶς διολώλεκας, καὶ ἐξαργυρισάμενος πενίαν ὀδύρῃ, ποῖποῖBekker: ποῦ. ἀναλώσας; οὔτε γὰρ εἰς τὴν πόλιν οὔτε εἰς τοὺς φίλους φανερὸςφανερὸςScaliger: φανερῶς. εἶ δαπανηθεὶς οὐδέν. ἀλλὰ μὴν οὔτεοὔτεscripsi: οὐδὲ. καθιπποτρόφηκας· οὐ γὰρ πώποτε ἐκτήσω ἵππον πλείονος ἄξιον ἢ τριῶν μνῶν· οὔτε κατεζευγοτρόφηκας, ἐπεὶ οὐδὲ ζεῦγος ἐκτήσω ὀρικὸν οὐδεπώποτε ἐπὶ τοσούτοις ἀγροῖς καὶ κτήμασιν. ἀλλʼ οὐδʼ ἐκ τῶν πολεμίων ἐλύσω οὐδένα.
44 ἀλλʼ οὐδὲ τὰ ἀναθήματα, ἃ Μενέξενος τριῶν ταλάντων ποιησάμενος ἀπέθανε πρὶν ἀναθεῖναι, εἰς πόλιν κεκόμικας, ἀλλʼ ἐν τοῖς λιθουργείοιςλιθουργείοιςStephanus: -γίοις. ἔτι καλινδεῖται,καλινδεῖταιCobet: κυλ-. καὶ αὐτὸς μὲν ἠξίους κεκτῆσθαι ἅ σοι οὐδὲν προσῆκε χρήματα, τοῖς δὲ θεοῖς οὐκ ἀπέδωκας ἃ ἐκείνων ἐγίγνετο ἀγάλματα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme