Thesauros Literature Oratory Περὶ τοῦ Δικαιογένους κλήρου

Περὶ τοῦ Δικαιογένους κλήρου

Περὶ τοῦ Δικαιογένους κλήρου Isaeus ca. 420-ca. 350 B.C
34 οὔκουν δεινὸν εἰ δεήσεται ὑμῶν, ὦ ἄνδρες, Λεωχάρης ἀποψηφίσασθαι ἃ Διοπείθης κηδεστὴς ὢν αὐτοῦ κατεψηφίσατο; ἢ ὑμῖν πῶς καλὸν ἀπογνῶναι Λεωχάρους ἅ γε οὐδʼ οἱ προσήκοντες αὐτοῦ ἀπέγνωσανἀπέγνωσανReiske: ἂν ἔγνωσαν.; δέομαι οὖν ὑμῶν καταψηφίσασθαι Λεωχάρους, ἵνʼ ἃ ἡμῖν οἱ πρόγονοι κατέλιπον κομισώμεθα, καὶ μὴ μόνον τὰ ὀνόματα αὐτῶν ἔχωμεν ἀλλὰ καὶ τὰ χρήματα. τῶν δὲ Λεωχάρους ἰδίων οὐκ ἐπιθυμοῦμεν.ἐπιθυμοῦμενM, Aldus: ἐπεθ-.
35 Δικαιογενην γάρ, ὦ ἄνδρες, οὔτʼ ἐλεεῖν ἐστε δίκαιοι 〈ὡς〉ὡςadd. Bekker. κακῶς πράττοντα καὶ πενόμενον, οὔτʼ εὖ ποιεῖν ὡς ἀγαθόν τι εἰργασμένον τὴν πόλιν· οὐδέτερα γὰρ αὐτῷ τούτων ὑπάρχει, ὡς ἐγὼ ἀποφανῶ,ἀποφανῶReiske: ἀποφαίνω. ὦ ἄνδρες. ἅμα δὲ καὶ πλούσιον καὶ πονηρότατον αὐτὸν ὄντα ἀνθρώπων ἀποδείξω καὶ εἰς τὴν πόλιν καὶ εἰς τοὺς προσήκοντας καὶ εἰς τοὺς φίλους. οὗτος γὰρ παραλαβὼν τὸν κλῆρον παρʼ ὑμῶνὑμῶνDobree: ἡμῶν. φέροντα μίσθωσιν τοῦ ἐνιαυτοῦ ὀγδοήκοντα μνᾶς, καρπωσάμενος αὐτὸν δέκα ἔτη οὔτε ἀργύριον ὁμολογεῖὁμολογεῖBekker: ὡμολόγει. κεκτῆσθαι οὔτε ὅποι ἀνήλωσεν ἔχοι ἂν ἐπιδεῖξαι, ὦ ἄνδρες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme