6
ἁλόντος δὲ τοῦ μάρτυρος καὶ ἀποστάσης τοῦ κλήρου τῆς ἀμφισβητούσης σβητούσης γνησίας θυγατρὸς Πύρρῳ εἶναι, μεγάλη ἀνάγκη ἅμα καὶ τὴν τούτου μαρτυρίαν ἑαλωκέναι· περὶ γὰρ αὐτοῦ τούτου διαμαρτυρήσας τὴν τῶν ψευδομαρτυρίωνψευδομαρτυρίωνWyse: -τύρων. δίκην ἠγωνίζετο, πότερον ἐξ ἐγγυητῆς ἢ ἐξ ἑταίρας ἡ ἀμφισβητοῦσα τοῦ κλήρου τῷ θείῳ [γυναικὸς] εἴη· γνώσεσθε 〈δʼ〉δʼadd. Aldus. ἀκούσαντες καὶ ὑμεῖς τῆς τε ἀντωμοσίας τῆς ἡμετέρας καὶ τῆς τούτου μαρτυρίας καὶ τῆς ἁλούσης διαμαρτυρίας.
7
ἀναγίγνωσκε λαβὼν τασδὶ αὐτοῖς.
7
Ἀντωμοσία Μαρτυρία Διαμαρτυρία
7
ὡς μὲν ἔδοξε παραχρῆμα εὐθὺς τότε 〈πᾶσι〉πᾶσιadd. Roussel. τὰ ψευδῆ μαρτυρῆσαιμαρτυρῆσαιReiske: διαμαρτ-. Νικόδημος ἐπιδέδεικται [τότε πᾶσι]· προσήκει δὲ καὶ παρʼ ὑμῖν τοῖς περὶ αὐτοῦ τούτου τὴν δίκην μέλλουσι ψηφιεῖσθαι ἐξελεγχθῆναι τὴν τούτου μαρτυρίαν.
8
ἐπιθυμῶ δὲ πρῶτον μὲν [περὶ αὐτοῦ τούτου] πυθέσθαι, ἥν τινά ποτε προῖκά φησιν ἐπιδοὺς ἐκδοῦναι τὴν ἀδελφὴν ὁ μεμαρτυρηκὼς τῷ τὸν τριτάλαντον οἶκον κεκτημένῳ, εἶτα πότερον ἡ ἐγγυητὴ γυνὴ ἀπέλιπε τὸν ἄνδρα ζῶντα ἢ τελευτήσαντος τὸν οἶκον αὐτοῦ, καὶ παρʼ ὅτου ἐκομίσατο τὴν τῆς ἀδελφῆς προῖκα οὗτος, ἐπειδὴ τετελευτηκὼς ἦν ᾧ μεμαρτύρηκεν οὗτος αὐτὴν ἐγγυῆσαι,