Thesauros Literature Oratory Περὶ τοῦ Πύρρου κλήρου

Περὶ τοῦ Πύρρου κλήρου

Περὶ τοῦ Πύρρου κλήρου Isaeus ca. 420-ca. 350 B.C
47 οὔτε γὰρ ἐπιτίμιον ταῖς πρὸς τὸν ἄρχοντα εἰσαγγελίαις ἔπεστιν,ἔπεστινReiske: ἔνεστιν. οὐδʼ ἐὰν μηδεμίανμηδεμίανBekker: οὐδεμίαν. τῶν ψήφων οἱ εἰσαγγείλαντες μεταλάβωσιν, οὔτε πρυτανεῖα οὔτε παράστασις οὐδεμίᾳοὐδεμίᾳPhotiades: -α. τίθεται τῶν εἰσαγγελιῶν· ἀλλὰ τοῖς μὲν διώκουσιν ἀκινδύνως εἰσαγγέλλειν ἔξεστι, [τῷ βουλομένῳ], τοῖς δʼ ἁλισκομένοις ἔσχαται τιμωρίαι ἐπὶ ταῖς εἰσαγγελίαις ἔπεισιν.
48 ἔπειτα εἰ ἦν ἐξ ἐγγυητῆς ἡ τούτου ἀδελφιδῆ τῷ ἡμετέρῳ θείῳ γεγενημένη, ἐπέτρεψεν ἂν Νικόδημος ὡς ἐξ ἑταίρας οὖσαν αὐτὴν ἐγγυᾶσθαι; καὶ γενομένων αὐτῶν οὐκ ἂν εἰσήγγειλεεἰσήγγειλεBaiter: -γελλε. πρὸς τὸν ἄρχοντα ὑβρίζεσθαι τὴν ἐπίκληρον ὑπὸ τοῦ οὕτως ἐγγυήσαντος αὐτήν; καὶ, εἰ ἦν ἀληθῆ ἃ νυνὶ τετόλμηκαςτετόλμηκαςReiske: τετολμήκασι. μαρτυρῆσαι, παραχρῆμα εὐθὺς τότε ἐτιμωρήσω ἂν τὸν ἀδικοῦντα. ἢ καὶ ταῦτα λαθεῖν σεαυτὸν προσποιήσει;
49 ἔπειτʼ οὐδʼ ἐκ τῆς ἐπιδοθείσης αὐτῇ προικὸς ᾔσθου; ὥστε καὶ διʼ αὐτὸ τοῦτο ἀγανακτήσαντι δήπου σοι εἰσαγγεῖλαι τὸν Ἔνδιον προσῆκεν, εἰ αὐτὸς μὲν τριτάλαντον οἶκον ἔχειν ἠξίου ὡς προσῆκον αὑτῷ, τῇ δὲ γνησίᾳ οὔσῃ 〈θυγατρὶ〉θυγατρὶadd Rauchenstein. [τρις]χιλίας δραχμὰς προῖκα ἐπιδοὺς ἐκδοῦναι ἠξίωσεν ἄλλῳ. εἶτʼ ἐπὶ τούτοις οὐκ ἀγανακτήσας εἰσήγγειλεν ἂν τὸν Ἔνδιον οὗτος; ναὶ μὰ Δία, εἴ γʼ ἦν ἀληθὲς τὸ πρᾶγμα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme