Thesauros Literature Oratory Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ Demosthenes
14 οὔτʼ ἐφʼ οἷς ἐπολιτεύθην πρότερον δίκην ὀφείλων δοῦναι, οὔτε τῶν ἐφʼ οἷς ἐκρινόμην ἐξελεγχθέντων· οὔτε γὰρ ἔγωγε τῶν Ἁρπάλου φίλων φανήσομαι γεγονώς, τῶν τε γραφέντων περὶ Ἁρπάλου μόνα τὰ ἐμοὶ πεπραγμένʼ ἀνέγκλητον πεποίηκε τὴν πόλιν. ἐξ ὧν πάντων δῆλόν ἐστιν ὅτι καιρῷ τινὶ ληφθεὶς καὶ οὐκ ἀδικήματι, τῇ πρὸς ἅπαντας τοὺς ἐν ταῖς αἰτίαις ὀργῇ περιπέπτωκʼ ἀδίκως τῇ πρῶτος εἰσιέναι.
15 ἐπεὶ τί τῶν δικαίων οὐκ εἶπον ἐγὼ τῶν σεσῳκότων τοὺς ὕστερον κρινομένους; ἢ τίνʼ ἔλεγχον εἶπεν ἡ βουλὴ κατʼ ἐμοῦ; ἢ τίνα νῦν ἂν εἰπεῖν ἔχοι; οὐ γὰρ ἔστιν οὐδείς· τὰ γὰρ μὴ γενόμενʼ οὐκ ἔστι ποιῆσαι γεγενῆσθαι. ἀλλὰ περὶ μὲν τούτων παύομαι, πόλλʼ ἂν γράφειν ἔχων· τὸ γὰρ μηδὲν ἐμαυτῷ συνειδέναι πεῖράν μοι δέδωκεν εἰς μὲν ὠφέλειαν ἀσθενὲς ὄν, εἰς δὲ τὸ μᾶλλον λυπεῖσθαι πάντων ὀδυνηρότατον.
16 ἐπειδὴ δὲ καλῶς ποιοῦντες πᾶσι τοῖς ἐν ταῖς αἰτίαις διήλλαχθε, κἀμοὶ διαλλάγητʼ, ὦ ἄνδρες Ἀθηναῖοι· οὔτε γὰρ ἠδίκηχʼ ὑμᾶς οὐδέν, ὡς ἴστωσαν οἱ θεοὶ καὶ ἥρωες (μαρτυρεῖ δέ μοι πᾶς ὁ πρόσθεν παρεληλυθὼς χρόνος, ὃς δικαιότερον ἂν πιστεύοιθʼ ὑφʼ ὑμῶν τῆς ἀνελέγκτου νῦν ἐπενεχθείσης αἰτίας), οὔτʼ ἐγὼ χείριστος οὐδʼ ἀπιστότατος φανήσομαι τῶν διαβληθέντων.
17 καὶ μὴν τό γʼ ἀπελθεῖν οὐκ ἂν εἰκότως ὀργὴν πρός με ποιήσειεν· οὐ γὰρ ἀπεγνωκὼς ὑμᾶς οὐδʼ ἑτέρωσε βλέπων οὐδαμοῖ μετέστην, ἀλλὰ πρῶτον μὲν τοὔνειδος τῆς εἱρκτῆς χαλεπῶς τῷ λογισμῷ φέρων, εἶτα διὰ τὴν ἡλικίαν οὐκ ἂν οἷός τʼ ὢν τῷ σώματι τὴν κακοπαθίαν ὑπενεγκεῖν. ἔτι δʼ οὐδʼ ὑμᾶς ἐνόμιζον ἀβουλεῖν ἔξω με προπηλακισμοῦ γενέσθαι, ὃς οὐδὲν ὑμᾶς ὠφελῶν ἔμʼ ἀπώλλυεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme