Thesauros Literature Oratory Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ

Δημοσθένους ἐπιστολαὶ Demosthenes
43 οὐ γὰρ δήπου τοῖς αὐτοῖς γε λόγοις ὑπὸ τῆς αὐτῆς βουλῆς ἀποφανθέντʼ ἐκεῖνον μὲν ἀφεῖσθαι δίκαιον εἶναι φήσετε, ἐμὲ δʼ ἀπολωλέναι· οὐχ οὕτως ὑμεῖς ἀλογίστως ἔχετε. οὔτε γὰρ ἄξιος οὔτʼ ἐπιτήδειος οὔτε χείρων, ἀτυχὴς μέντοι διʼ ὑμᾶς, ὁμολογῶ· πῶς γὰρ οὐκ ἀτυχής, ᾧ πρὸς τοῖς ἄλλοις κακοῖς καὶ πρὸς Ἀριστογείτονʼ ἐμαυτὸν ἐξετάζειν συμβαίνει, καὶ ταῦτʼ ἀπολωλότι πρὸς σωτηρίας τετυχηκότα;
44 καὶ μή μʼ ὑπολαμβάνετʼ ὀργίζεσθαι τοῖς λόγοις τούτοις· οὐ γὰρ ἂν πάθοιμι τοῦτο πρὸς ὑμᾶς ἐγώ· ἀλλʼ ἔχει τινὰ τις ἀδικουμένοις ῥᾳστώνην τὸ λέγειν ἃ πάσχουσιν, ὥσπερ τοῖς ἀλγοῦσι τὸ στένειν, ἐπεὶ τῇ γʼ εὐνοίᾳ οὕτως ἔχω πρὸς ὑμᾶς ὡς ὑμᾶς ἂν εὐξαίμην πρὸς ἐμέ. καὶ τοῦτʼ ἐν πᾶσιν πεποίηκα καὶ ποιήσω φανερόν.
45 ἔγνωκα γὰρ ἐξ ἀρχῆς παντὶ τῷ πολιτευομένῳ προσήκειν, ἄνπερ ᾖ δίκαιος πολίτης, ὥσπερ οἱ παῖδες πρὸς τοὺς γονέας, οὕτως πρὸς ἅπαντας τοὺς πολίτας ἔχειν, εὔχεσθαι μὲν ὡς εὐγνωμονεστάτων τυγχάνειν, φέρειν δὲ τοὺς ὄντας εὐμενῶς· ἡ γὰρ ἐν τοῖς τοιούτοις ἧττα καλὴ καὶ προσήκουσα νίκη παρὰ τοῖς εὖ φρονοῦσι κρίνεται. εὐτυχεῖτε.

Περὶ τῆς Θηραμένους βλασφημίας

1 Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. ἀκούω περὶ ἐμοῦ Θηραμένην ἄλλους τε λόγους βλασφήμους εἰρηκέναι καὶ δυστυχίαν προφέρειν. τὸ μὲν οὖν τοῦτον ἀγνοεῖν ὅτι λοιδορίας, ἣ μηδεμίαν κακίαν, καθʼ ὅτου λέγεται, δείκνυσιν, οὐδέν ἐστʼ ὄφελος παρʼ εὖ φρονοῦσιν ἀνθρώποις, οὐχὶ θαυμάζω· τὸν γὰρ θρασὺν μὲν τῷ βίῳ, μὴ πολίτην δὲ τὴν φύσιν, ἐν ἐργαστηρίῳ δὲ τεθραμμένον ἐκ παιδός, αἰσθάνεσθαί τι τῶν τοιούτων ἀλογώτερον ἦν ἢ μὴ συνιέναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme